Textus Originalis
— 346 —
καρία ῥηγίνα καὶ ὁ υἱὸς αὐτῆς κραταιὸς ῥὴξ, ἐρημωθείσης δὲ τῆς μονῆς καὶ χιρευσάσης τῶν μοναχῶν ἔμεινε παρʼἡμῖν καὶ τὸ σιγίλλιον καὶ τὰ τῆς μο νῆς ἀκίνητα πράγματα αἱ τοίνυν κατὰ κεροὺς αἱ ἐνταῦθα ἡγουμενεύσαι διὰ τὸ τῶν προσόδων κέρδος σιγὴ τὸ πρᾶγμα παρέτρεχον. ταῦτα ἐνωτισθεῖσα ἐγὼ καὶ φοβηθεῖσα τὸ κρίμα τοῦ θεοῦ ἔστι γὰρ ὡς ἀληθῶς ἀσεβὲς τὸ ἴδιον κέρ δος ποιεῖν τὴν τῶν ἄλλων μοναστηρίων ἐρήμωσιν ἐζήτουν ὅπως καὶ τὸ κα τάκριμα νουνεχῶς ἀποσείσωμαι καὶ τὸ πρᾶγμα καλῶς διαδήσομε, ἐδόκει δή μοι κάλλιστα ἄν τοῦτο κατορθωθήσεται ἢ εὑρεθεῖ τις ἀνὴρ εὔπορος θεοφιλὴς δυνάμενος ἀνανεώσασθαι τὸ προρηθὲν μοναστήριον καὶ εἰς τὸ πρότερον τοῦτο ἐπαναγαγεῖναι ἠυχόμην οὖν τῶ θεῶ τιοῦτον ἄνθρωπον εὑρεθῆναι ἡμῖν καὶ τῆς εὐχῆς οὐ δὴ ἥμαρτον· ὁ γὰρ δικητὴς τῶν πραγμάτων τῆς καθʼἡμᾶς ἁγίας μονῆς νοτάριος νικόλαος ὁ ἐν τῶ μοναχικῶ σχήματι νικόδημος μετονομασθεὶς ἀνὴρ τὸν βίον εὔπορος τὸν τρόπον ἀγαθὸς σώφρων τε καὶ νουνεχὴς. ἠρετήσατο τοῖς βιωτικοῖς ἀποτάξασθαι καὶ τὸν χριστοῦ ἑλέσθαι τοῦ κυρίου ζυ γὸν ὅ δὴ καὶ πεποίηκεν· ἕρμαιον οὖν τὸ πρᾶγμα λογισαμένη καὶ ἄνδρα ἐπι σταμένη ἐπιτηδιότατον καὶ ἱκανὸν εἰς πέρας ἀγαγῆν τὸ τοιοῦτον θεοφιλὲς ἔρ γον σύμβουλόν τε εἰς τοῦτο λαβοῦσα τὸν θεοτίμητον τὸν μέγαν ἀρχιμανδρί την κύριον λουκᾶν, ἐπιδίδωμι ἀπʼἐντεῦθεν σοι τῶ ῥηθέντι ἀδελφῶ ἡμῶν κυ ρίω νικοδήμω τὴν ἐξουσίαν ἅπασα τῆς προλειχθήσις ἐρειπίου μονῆς τῆς θεοτόκου τοῦ ἀββούτου καὶ τὰ διαφέροντα αὐτῆ κτήματα καὶ πρὸς τοῦτο τὸ σιγίλλιον τοῦ ἀοιδίμου κόμιτος βουλῆ καὶ συνενέσει καὶ τῶν ὑπʼἐμὲ θεο φιλεστάτων καλογραιῶν, ὡς ἄν τῆ βοηθεία καὶ τῆ ἐλεργήα τῆς ἀχράντου δε σποίνης ἡμῶν θεοτόκου ἀνακτίσης τὸ μοναστήριον ἧς μνήμην δὲ καὶ μακα ριότιτα τῆ λήξει κόμιτος ῥογερίου εὐχῆ δὲ ἀδιαλείπτω ὑπὲρ σωτηρίας καὶ εὐο διεύσεως τοῦ εὐσεβεστάτου ῥηγὸς καὶ τῶν εὐτυχεστάτων αὐτοῦ υἱῶν· εἰ δέ τις πειραθῆ ἀνατρέψαι τὸ τοιοῦτον θεοφιλὲς ἔργον καὶ ὄχλησίν τινα ἐπαναγαγῆ τῆ μονῆ εἴη κεκατηράμενος ὑπὸ τῆς μακαρίας τριάδος καὶ ὑποπιπτέτω τῶ ἀνα θέματι τῶν ἁγίων οἰκουμενηκῶν ἑπτὰ συνόδων καταλήψαι αὐτὸν ὁ τρόμος τοῦ κάϊν καὶ ἡ τοῦ ὀζήου λέπρα. ἐγράφη τὸ παρὸν ἐκδοτικὸν ἔγγραφον μηνὶ ὀκτο βρίω ἰνδικτιῶνος δεκάτης ἔτει ςχνʹ.