Textus Originalis
IV. † Ῥογέριος κόμης καὶ τῶν χριστιανῶν βοηθός. Ἐπειδὴ τοῖς ἐξ ἁπαλῶν ὀνύχων τὸν μονήρη βίον καὶ ἰσιχῶς καὶ εἰρέμα τὸ θεῖων ἐξιλέειν ἐπιλεξαμένοις, καὶ ἐν ὄρεσι κατὰ τὸν ἀπόστολον διατρίβοντα νυκτὸς καὶ ἡμέρας ἱκετεύοντα καὶ ἐκλειπαροῦντες τὸν θεὸν ὑπὲρ παντὸς τοῦ χριστιανικωτάτου λαοῦ καὶ εἰρηνικῆς καταστάσεως, νόμιμον ἄρα καὶ θεῶ εὐα πόδεκτον τὰς τούτων αἰτήσεις εἰκότως ἀναπληρεῖν καὶ ὑπὲρ αὐτῶν φροντίζειν τὸ πῶς τε τὰ τῆς ἀναγκαίας τροφῆς αὐτῶν πορίσασθαι καὶ μάλα εἰκότως· τύ τύνην ἐλθὼν συ ὁ καθηγούμενος κῦρ γρηγόριος τοῦ ἁγίου φιλίππου δεμέννων ζειτῶν μετόχιον τὸν ἅγιον νικόλαον τῆς σκάλας τοῦ παλαιουκάστρου ὤντος μου ἐν τῇ πόλει πανόρμου μετὰ τῶν συνεδριαζόντων μοι ἀρχόντων· ἐγὼ τύ νην ἐνωτησθεὶς τὰς καθʼἑκάστην γενωμένας θαυματοποιείας τοῦ ὁσίου πατρός ἡμῶν φιλίππου καὶ συ τῶ ἁγίω γέροντι σὺν τῶν μετὰ σοῦ εὐλαβῶν ἀνδρῶν ἐστερξα τοῦτο εἶναι μετόχιον τοῦ ἁγίου φιλίππου τῶν δεμέννων, ὀσαύτος καὶ τὸν ἅγιον ἡππόλητον καὶ χωράφια πρὸς διατροφὴν τῆς αὐτῆς μονῆς. ἔστιν δὲ ὁ διαχωρισμὸς τῶν αὐτῶν χωραφίων οὕτος, ὡς ἀπέρχεται ἀπὸ τοῦ ἁγίου