Textus Originalis
VI. † Σιγίλλιον γενάμενον παρʼ ἐμοῦ ῥωκερίου μεγάλου κόμητος καλαβρίας καὶ σικελίας καὶ ἐπιδωθὲν σοὶ γρηγορίω τῶ καθηγουμένω μονῆς ἁγίου φιλίππου δε μέννων μηνὶ ἰουλίω ἰνδικτιῶνι ζʹ. Κατὰ τὸν ἰούλιον μῆνα τῆς δηλωθήσης ζʹ ἰνδικτιῶνος ὄντος μου εἰς τὸ ὄρος τοῦ χαλτουλάριου ἦλθες πρὸς μὲ σὺ ὁ ῥηθεὶς ἡγούμενος καὶ αἰτήθης με τοῦ χαρίσασθαί σοι τοὺς τοιούτους ἀνθρώπους πρὸς ὑπηρεσίαν τῆς μονῆς· οὕτω δὴ καὶ ἐπέδωκά σοι αὐτοὺς ὤν τὰ ὀνόματα εἰσὶ ταῦτα, βασίλειος συγγενὴς χαγγέμη πέτρος βασιλικοὺς μελαχρινὸς τῆς κονδῆς καὶ ὁ λυκοπέτρος, οὗτοι δὲ εἰσὶν ἐκ τοὺς νέους· καὶ ἐπέδωκα καὶ ἔστερξά σοι αὐτοὺς τοῦ δουλεύειν καὶ ὑπηρετεῖν εἰς τὴν ἁγίαν μονὴν· τοῦ ὁσίου πατρὸς ἡμῶν φιλίππου ὑπὲρ ψυχη κῆς μου σωτηρίας καὶ τῶν ἐμῶν γονέων· ὡσαύτως ἔχειν σε δὲ νικόλαον χαλ κὸν τὸν χωλὸν καὶ στέφανον τὸν σὸν ἀνεψιόν, ὁμοίως ἔχειν ὑμᾶς καὶ γεώρ γιον τὸν αἰχμάλωτον καὶ αἰρίνην τὴν τοῦ βαττάλου. καὶ ὑπὲρ τούτων τῶν προρηθέντων ἁπάντων διὰ τοῦ παρόντος μου σιγιλλίου παρεγγύω πάντας τοὺς ὑπὸ τὴν ἐμὴν χώραν καὶ ἐξουσίαν ὄντας στρατηγοὺς τε βεσκόμητας καὶ λοι