Textus Originalis
— 394 —
ποὺς καὶ ἐμοὺς διαδόχους καὶ κληρονόμους τοῦ εἶναι οἱ τοιοῦτοι ἀπαρασάλευ τοι καὶ ἐλεύθεροι ἀπὸ πάσης συνηθείας, ἀλλὰ μᾶλλον ὑπερετεῖν εἰς τὴν ἁγίαν πατρὸς ἡμῶν μονὴν εἰς ἀεί· ὅστις δὲ τόλμη βουλοιθῆ προσκροῦσαι τὸ ἐμὸν παρὸν σιγίλλιον οὐ μικρὰν σχοίει τὴν παρʼ ἐμοῦ ἀγανάκτησιν καὶ τῆς ἀγάπης μου στερηθήσεται. πρὸς δὲ περισσοτέραν ἰσχὺν καὶ βεβαίαν ἀσφάλειαν τῶν ἐν τυγχανόντων τῆ συνήθη μου βούλλη τῇ διαμολύβδω ἐσφράγισα καὶ ἐδόθη εἰς τὴν δηλωθεῖσαν μονὴν μηνὶ καὶ ἰνδικτιῶνι τοῖς ἀνωτέρω γεγραμμένοις. Ἐγὼ γὰρ ἀδελάσια κομητήσσα ἅμα τῶ ἐμῶ υἱῶ ῥωκερίω κόμητι καλαβρίας καὶ σικελίας πεποιήκαμεν τουτὶ τὸ σιγίλλιον τῆδε ἀνακαινῶσαι ὡς εὑρόντες τὸ πρότερον τοῦ μακαριοτάτου κόμητος στεῤῥὸν καὶ βέβαιον, καὶ διὰ τὸ εἶναι τὸ πρῶτον βαμβάκινον τοῦτο ἐνταυθὶ ἐμεθοικήσαμεν μνήμων ὡς ἀνωτέρως τὰ πα ρʼ ἡμῶν ὕστερον ἀφιερωθέντα ἐν τῇ προλεχθῆσα μονῆ καὶ εἶναι τὸ παρὸν σιγίλ λιον ἐς ἀεὶ ἀμετάτρεπτον. Κομητίσσα ἀδελάσια σὺν τοῦ υἱοῦ αὐτῆς ῥωκερίου κόμητος καλαβρίας καὶ σικελίας. VII. † Σιγίλλιον γενόμενον παρʼἐμοῦ κομητήσσης ἀδελασίας καλαβρίας καὶ σι κελίας καὶ ἐπιδωθὲν πρὸς τὴν μονὴν τοῦ ὁσίου πατρὸς ἡμῶν φιλίππου δεμέν νων τοῦ μελητυρῶ καὶ ἐπὶ τῶ ταύτης πρόεστῶτι κῦρ γρηγορίω καθηγουμένω καὶ τοῖς μετʼ αὐτοῦ δειαδόχοις καὶ καθηγουμένου μηνὶ τῆς ἰνδικτιῶ νος ιʹ, διατρίβοντός μου ἐν τῇ χώρα δεμέννων εἰς τὸν ἅγιον μάρκον μετὰ τοῦ υἱοῦ μου σιμοῦ ὅται ἰάθη ὁ υἱός μου ῥογέριος εἰς τὸν ἅγιον φιλιππον ἐκ τῆς νόσου τοῦ ὠτήου αὐτοῦ· τύνην εἰδὼς εἰκίοις ὄμμασιν καὶ ἀκεικοὼς τὴν πολ