Textus Originalis
VIII. Διαθήκη ἐῤῥωμένη ἐκτεθεῖσα παρʼἐμοῦ γρηγορίου εὐτελοῦς καθηγουμένου τοῦ μοναστηρίου τοῦ ἁγίου φιλίππου τοῦ ἐν δεμέννοις. Ὁ ἐν τοιούτω ὕφει προταχθεὶς ταπεινὸς καὶ ἁμαρτωλὸς γρηγόριος ἀπὸ πρώ της ἡλικίας ἀπεταξάμην τῶι κόσμω καὶ τοῖς ἐν τῶι κόσμω ματαίοις καὶ ὀνει ροπόλοις πράγμασι, καὶ ἐπέδωκα ἐμαυτὸν τῇ προειρημένη μονῆ τοῦ ἁγίου φι λίππου ἀοικήτωι οὔση ἔτι καὶ ἀφανεστάτη καὶ οὔπω πεπυκνωμένη πολλοῖς μονάζουσι καθὼς ὁρᾶται τήμερον. θεοῦ δὲ προνοίαι τοῦ προνοοῦντος τὴν ἡμε τέραν σωτηρίαν καὶ προγινώσκοντος τὰ ἐσόμενα καὶ αὐτοῦ πρεσβείαις τοῦ ἱε ρωτάτου φιλίππου ὑπέμεινα εἰς τὸν τοιοῦτον τόπον πολλὰ πυκτεύσας τοῦ εἰς ἐμφάνειαν τὸ ἀφανῆ ἔργον χωρῆσαι· καὶ δὴ ἄρτι τῆς σικελῶν νήσου λωφισά σης ἐκ τῶν πολλῶν αἱματοχυσιῶν καὶ αἰχμαλωσιῶν τῶν γινομένων ὑπὸ τῶν ἀθέων σαρακηνῶν, καὶ γὰρ ἐγὼ ὁ ταπεινὸς πολλὰ ὑπʼαὐτῶν δεινὰ ἔτλην ἐν τῇ εὐαγεστάτη ταύτη μονῆι· συνέσει τοῦ γενναιοτάτου ἐκείνου ῥωκερίου κόμι τος καὶ σπουδῆι ἐμοῦ τοῦ εὐτελοῦς καὶ ὑπακοῆι τῆς πρὸς τοὺς προλαβόντας ἐν τῆι τοιαύτη μονῆι καὶ ὑποταγῆι ἀδελφοὺς καὶ πατέρας, ἀπὸ βάθρων αὐτῶν οὗ