Textus Originalis
— 397 —
τος ὁ ναὸς ἠγέρθη καὶ ὁ πύργος ὠικοδομήθη καθὼς ὁρᾶται πρὸς τοῖς ὀφθαλ μοῖς τῶν τεθεωμένων, καὶ οὐ μόνον εἰς τὴν τοιαύτην μεγάλην μονὴν ἡσχο λήθην ἐγὼ ὁ ἀνάξιος οἰκοδομῶν ἀλλὰ καὶ εἰς τὴν σύνεγγυς ἐκκλησίαν τοῦ ἀρχαγγέλου μηχαὴλ καὶ εἰς τὴν τοῦ προδρόμου ἰωάννου καὶ εἰς τὴν τῆς ἁγίας θεοτόκου καὶ τοῦ ἀποστόλου πέτρου καὶ εἰς τὴν τῶν ἁγίων φιλαδελφὼν καὶ θαλλελαίου καὶ τοῦ ὁσίου πατρὸς ἡμῶν καὶ ἀρχιερέως νικολάου, καὶ εἰς ἑτέ ραν ἐκκλησίαν τοῦ ἀποστόλου πέτρου καὶ εἰς τὴν τῆς ἁγίας θεοτόκου τοῦ μα νιάκου ἐκείνου τοῦ γενναιοτάτου καὶ εἰς τὴν ὕστατως οἰκοδομηθεῖσαν ἐν τοι ούτω ἄστει ἐκκλησίαν τοῦ ἀποστόλου μάρκου καὶ γυναιξὶν ὁσίαις καταπιστευ θεῖσαν εἰς δόξαν τοῦ πολυυμνήτου τοῦ θεοῦ καὶ ἄλλων πολλῶν κτημάτων ἃ ἡ μεγίστη τοιαύτη μονὴ παρείληφε διακατέχειν ἐμπεδῶς μετὰ τῶν δικαιωμά των αὐτῆς καθὼς ὑπαγορεύουσιν ὠκοδήμησα, καὶ μετὰ τοῦ πύργου κελλία καὶ ἀνώγεα ἐν οἷς οἱ μοναχοὶ κοιτάζονται καὶ τὴν ἀναγκαίαν τροφὴν ἔχουσιν προ σόδους τε ἀμπελώνων καὶ χωραφίων ἐξ ἐμῆς ἐπιμελείας τῇ τοιαύτη μονῇ προσ ήφερον πρὸς διατροφὴν αὐτῶν τῶν προσκαρτερούντων μωναχῶν καὶ πάντων τῶν συῤῥεόντων ἐν τῇ ἁγία ταύτη καὶ θεία μονῆ, καὶ ἁπλῶς εἰπεῖν εἰς πᾶ σαν τὴν περιουσίαν αὐτῆς ὡς οἷόν τε ἦν μοι διὰ τὸν τοῦ θεοῦ φόβον καὶ προ κοπὴν κατὰ γενεὰν μοναστῶν· πρὸς ἐπὶ τούτοις ἀφιερωσάμην εἰς τὴν αὐτὴν μονὴν καὶ τὰ ἐκγονέων μοι οἰκειωθέντα κτήματα κινητὰ καὶ ἀκίνητα ὅταν ἐξ ἀρχῆς ἀπεκάρην καὶ εἰς τὸν τῶν μοναχῶν κατηριθμήθην χορόν. καθοδήγησα δὲ καὶ τοὺς ὑπʼἐμοῦ ἀποκαρέντας θείους μονάζοντας καὶ τὸν τῶν ἁγίων πα τέρων κανόνα παρέδωκα αὐτοῖς φημὶ δὴ τοῦ μεγάλου βασιλείου καὶ τοῦ ὁσίου θεοδώρου τῶν στουδίου καὶ πάντων τῶν πατέρων τοῦ ἀπέχεσθαι παντάπασι κρέως ὅπερ ἀσύνηθες ἦν τῇ νήσω σικελίηι διὰ τὸ λεηλατηθῆναι ταύτην ὑπὸ τῶν τῆς ἄγαρ ἀπογόνων καὶ εἰς ἀταξίαν μετελθοῦσαν. ὁμοίως ἐνετειλάμην αὐ τοῖς οὐ μόνον τὴν μεγάλην καὶ ἑξάκουστον νηστεύειν τεσσαρακοστὴν ἀλλὰ καὶ τὴν προκαθάρισιμον ἀπὸ τοῦ ἀποστόλου φιλίππου τῆς χριστοῦ γεννήσεως καὶ τῶν ἁγίων ἀποστόλων καὶ ὅλου τοῦ ἐνιαυτοῦ τὰς δύο ἡμέρας τετράδα καὶ πα ρασκευὴν χωρὶς ἐπισήμων ἁγίων καὶ ἀσθενείων τοῦ σώματος καθὼς προείρη ται· ὅτι παρέδωκαν ἡμῖν οἱ ἅγιοι πατέρες παρέδωκα τούτοις σχολάζειν καὶ