Textus Originalis
— 398 —
ταῖς ἑορταῖς καὶ τῶν δώδεκα ἀποστόλων καὶ ἐπισήμων ἁγίων σὺν ταῖς ἁγίαις ἀναστασίμοις ἡμέραις, τοῦ αἴδειν ἀρεμβάστως τῶ θεῶ τὰς ὠιδὰς αὐτοῦ καὶ τὰς αἰνέσεις αὐτοῦ φέρειν ἀσιγήτως ἐν τῶ λάρυγγι αὐτῶν καὶ προσοχὴν πλειο τέραν ἔχειν αὐτοὺς ἐν τῆ μελέτηι τῶν ἱερῶν καὶ θείων λογίων, ὅπως ἂν εὐμενὴς γένηται χριστὸς ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐπόψηται τὸν λαὸν αὐτοῦ ἐπὶ ἀνακλήσει τῶν κακῶν αὐτοῦ. ἄρτι δὲ εἰς γῆρας καὶ ἀδυναμίαν ἐλη λακότος ἐκ πολλῶν τῶν κακῶν ἔκρινα τῶι διακριτικῶ μου λογισμῶ ἐγγὺς εἶναι τὸ τοῦ ἀπαραιτήτου θανάτου ὄφειλημα καὶ ὅτι οὐ πολιὰν αἰδεῖται οὔτε νέον ὠικτείρει καὶ ὅτι ἐφʼ ἴσης πᾶσιν ἐπέρχεται κατὰ τὸν θεῖον προφήτην καὶ καλοκέλαδον, ὅτι οὐκ ἔστιν ἄνθρωπος ὅς ζήσεται καὶ οὐκ ὄψεται θάνατον, καὶ οὐδεὶς ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ἅιδου· διὰ τὴν τοιαύτην τοίνυν ἐπι φορὰν τοῦ φοβεροῦ καὶ ἀδήλου θανάτου σύμβουλον χρησάμενος ἀγαθὸν τὴν τῶν τέκνων μου καὶ ἀδελφῶν συμπνοίαν παρεθέμην αὐτοῖς τὴν τοῦ σκοποῦ μου ἔννοιαν καὶ ὅτι θέλω διαθέσθαι τὰ κατʼ ἐμαυτὸν ὡς ἡ παράδοσις ἔχει τοῦ ὁσίου πατρὸς ἡμῶν θεοδώρου τῶν στουδίου καὶ τῶν προασκησάντων τῶν λοιπῶν ἁ γίων πατέρων. ταῦτα θέμενος ἐν καρδίαι πρό γε πάντων κρίσει ἐμοῦ καὶ τῶν ἀ δελφῶν ἀντὶ ἐμοῦ ἐκλέξάμην τὸν εὐλαβέστατον βλάσιον τὸν ἐμὸν μαθητὴν καὶ ἐκ βρέφους ἀνατρέφοντα τῇ εὐαγεστάτη ταύτη μονῆ λόγιον ὄντα καὶ ἀκριβῶς μονάζοντα, καὶ ἔθεικα ταύτη τῆ μονῆι ἀφηγούμενον τοῦ ἰθύνειν ἐπὶ λιμένας γαληνιαίους τοὺς αὐτῆς ἐπιστημόνως οἴακας καὶ καθοδηγεῖν πρὸς μάνδραν οὐ ράνιον τοὺς ἐν αὐτῇ προσκαρτεροῦντας θείους μονάζοντας προσάγειν τε αὐτοὺς καὶ ἐξάγειν ὁσίως τε καὶ νομίμως κατὰ τὴν κυριόλεκτον φωνὴν, τὴν ψυχὴν αὐ τοῦ τιθέμενος ὑπὲρ τῶν προβάτων, οὐδεὶς γὰρ ταύτης μείζονα ἀγάπην ἔχει ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῆι ὑπὲρ τῶν φίλων αὐτοῦ, οὐ μόνον γὰρ τὰ ἐμ πιστευθέντα αὐτῶι παρʼ ἐμοῦ πρόβατα δεῖ ἐπιστηρίζειν ἀλλὰ καὶ τὰ διὰ παν τὸς προσβάλλοντα εἰς τὴν ποίμνην μετὰ ἀκριβοῦς δοκιμασίας καὶ τὸν τριετῆ τῆς προγυμνασίας χρόνον φυλάττοντας δηλονότι καὶ συναριθμεῖσθαι τοῖς προ κεκμηκόσι, ὡς ἂν τὸ θεῖον θεραπεύηται καὶ ἡ ἐκκλησία αὔξηθείη, ἡ γὰρ ὅπου εἰσὶ δύο ἢ τρεῖς ὁ θεὸς ἐν μέσω αὐτῶν ἐπιγγήλατο, πολλῶ μᾶλλον ὅπου εἰσὶ πολλοί; οὐ μόνον γὰρ σπουδὴν ἔχειν δεῖ αὐξάνειν τὴν τοιαύτην ποίμνην ἀλλὰ