Textus Originalis

— 399 —

— 399 —

καὶ πᾶσαν τὴν παράδοσιν τῶν κανονισθέντων εἰς αὐτὴν τὴν ποίμνην ἀσφαλῶς διακρατεῖν, ὡς ἂν καὶ αὐτὸς ὑπαντήσας ἐν τῇ μεγάλη δευτέρα ἐπιδημία τοῦ σωτῆρος ἡμῶν λήψεται τὸ βραβεῖον τῆς ἀνωκλήσεως μετʼαὐτῶν ὑπηκόων αὐ τοῦ ἀδελφῶν μετὰ παῤῥησίας καὶ αὐτὸς καυχώμενος καὶ λέγων, ἰδοῦ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. καλῶς δὲ ἰθύνοντος τὴν ποίμνην ταύτην καὶ τὰς ψυχὰς τῶν ἀδελφῶν διακυβερνῶντος οὐ δεῖ γογγυσμὸν ἔχειν κατʼαὐτοῦ ἀλλὰ ὑπακοὴν τὴν ἁρμόζουσαν μοναχοῖς· ἐντέλλομαι ἀπέχεσθαι καὶ πεκουλίων τουτονὶ τὸν ἀφηγούμενον καὶ ὅλην τὴν συνοδίαν αὐτοῦ, πάντα δὲ κοινὰ καὶ ὅμοια κατὰ τὸ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων, ἅπαντα δὲ εἶχον κοινά, ἐπειδὴ βίος καθαρὸς καὶ ἄθόλωτος ἐπιδεικνύμενος παρὰ τῶν υἱῶν πρὸς τοὺς ἑαυτῶν πατέρας ἀνορθοῦν οἶδεν ἑκάστου τὴν διάνοιαν· διὸ πολλάκις καὶ ἀντὶ χαρα κτῆρος αἰσθητοῦ τὴν ἔνδον διάθεσιν ἡ χάρις τοῦ ἁγίου πνεύματος ἀμφοτέροις ἀνακαλύπτει καὶ θεοὺς τὰς καρδίας κατὰ τὸ αἰδόμενον ἀποκαθιστησιν, ἐγὼ εἶπα θεοί ἐστὲ καὶ υἱοὶ ὑψίστου πάντες. εἰ δὲ πορεύσαιτο οὗτος ὁ προβληθεὶς παρʼ ἐμοῦ ἀφηγούμενος εἰς ἱεροσόλυμα καθὼς ὀρέγεται καὶ πολλὰ περὶ τούτου δεη θεὶς τὴν ἐμὴν χθαμολότητα, ἔχειν ἄδειαν τοὺς μονάζοντας τὴν τριετίαν ἀνα μείναντας καθὼς αὐτὸς ὡμολόγησε κατενώπιόν μου καὶ τῶν ἀδελφῶν καὶ εἰ μὲν ἀφίκοιτο οὕτως καθὼς εἶπεν ἔχειν δεῖ τὴν ποιμαντικὴν αὐτοῦ ἀξίαν, εἰ δὲ οὐ καφιχθείη ἐὰν ἐγὼ ὃ ἁμαρτωλὸς ἔτι ἔχω τὴν ζωὴν ἄλλον προδιδάσομαι εἰς τὴν διακονίαν τῆς τοιαύτης ποίμνης, εἰ δὲ ἀπαρῶ τῆς προσκαίρου ζωῆς πρὶν ἐκεῖνος φθάσει μετὰ τῶν συμφωνηθέντα χρόνον κρίσει καὶ δοκιμασία τῶν ἀδελφῶν, καὶ ὅν ἀποκαλύψει ἡ χάρις τοῦ ἁγίου πνεύματος ἐκλεχθείτω ἐκ τῶν ἀδελφῶν δόκιμος καὶ γνῶσιν ἔχοντα τῶν θείων γραφῶν· καὶ κατὰ τὸν παρα δοθέντα ὑπʼἐμοῦ κανόνα ποιμανεῖ τὸ ποίμνιον ἐν ὁσιότητι καὶ δικαιοσύνη μη δαμῶς κοσμικοῖς προσώποις χρώμενος καὶ ἄρχουσι κατουπάσαι τὴν ἀξίαν ταύ την, ἀλλὰ κρίσει τῶν ἀδελφῶν ὡς εἴρηται καὶ ὡς ἡ θεία οἰκονομία ὠικονο μήσειεν, ἐπειδὴ γὰρ θεὸς οἶδε τοὺς ὄντας αὐτῶι. ὠικοδομήθησαν τοίνυν αἱ προει ρημέναι ἐκκλησίαι μετὰ τῆς μεγάλης μονῆς παρʼ ἐμοῦ συνεργείαι τοῦ μακαρίου ἐκείνου κόμιτος ὡς ὁδηγούμενος παρὰ τοῦ ἁγίου πνεύματος ὁμοίως καὶ παρὰ τῶν ἀρχόντων τῶν τιμίων λέγω δὴ νικολάου τοῦ ἐνδοξοτάτου καπριλίγγα καὶ