Textus Originalis

— 404 —

— 404 —

Ἔδει μὲν τὰ τῶν θείων ναῶν φροντίζειν καὶ εἰς αὔξησιν τούτοις τὸν λο γισμὸν διεγείριν ὡς ἄρα τῶ θεῶ εὐαπόδεκτον καὶ ψυχῆς μεγίστη τυγχάννυ ὠφέλεια. τύνειν ἄρτι ἐπὶ τὸ ῥηθὲν τοῦ ἁγίου μάρκου κάστρον ἐλθόντων ἡμῶν προῆλθεν ἡμίν ὁ λεχθεὶς καθηγούμενος τῆς ἰδίας μονῆς παντελῶς στε νωτάτην μᾶλλον δὲ ἀπολείαν καὶ ἀφανισμὸν ἡμῖν ἐκτραγωδιῶν, ὡς ἤδη διὰ τὸ τῆς μονῆς σιγίλλιον ἀπολωλέναι διὰ τὰς παρὰ τῶν ἀγαρινῶν γενομένας συγχύσις καὶ τάχα ἐρημώσις πάσι τῆ νήσω σικελίας ἐν τῶ προπαρελθόντι καιρῶ καὶ μὴ παρʼ αὐτοῖς τὸ ῥηθὲν σιγιλλιον εὑρίσκεσθαι, ὡς προέφημεν, πάντα τὰ τῆ μονῆ κεχωρισμένα χωράφια καὶ ὄρη παρὰ τῶν ἐκεῖσαι οἰκητόρων αἰσφετε ρήσθησαν καὶ τελείος ὡς ἂν εἰ παρʼ αὐτοῖς ἀφερέθησαν. γνωρίσας ταῦτα ὁ προ ρηθὴς καθηγούμενος ὡς ἔφημεν τῶ ἡμετέρω κράτει ἐδεήθη ἡμῖν ὅπως ἕτερον σιγίλλιον αὐτοῖς ἐπιβραβεύσθαι τῶ ἡμετέρω κράτει περιέχων τὴν προτέραν τά ξιν καὶ περιωρισμόν· ἡμεῖς οὖν μὴ βουλόμενοι ἐπὶ πολὺ τὴν μονὴν οὕτωὶ ἀ πώλλεισθαι ἤξαμεν τῆ αὐτοῦ δεήσει καὶ προστάξαμεν τὸν κατὰ τὸν καιρὸν βε σκόμητον ἁγίου μάρκου νοτάριον λέον ἀπελθεῖν σὺν τῶν γερόντων καὶ καλῶν ἀνθρώπων τῆς χώρας περιορίσαι ταῦτα ὑπὸ ὅρκου καθὰ ἐξ ἀρχῆς ἡ μονὴ ἐ προεκράτη καὶ εἶχεν αὐτά, οἵτινες ἀπελθόντες ἤγουν ὁ προρηθὴς βεσκόμης μετὰ καὶ ἰωάννου πολέμη καὶ λεοπάρδου τριχάρι καὶ λέοντος τοῦ παχὺ καὶ καλοῦ τοῦ χρυσοῦ μακρολέοντος καὶ ἑτέρων πλείστων οἱ καὶ μετὰ φόβου θεοῦ ἐπεριωρίσαντες ταῦτα οὕτως· ὡς ἀνέρχεται ἡ χέτι τῆς ἁγίας μαρίας ἕως τοῦ μεγάλου δρόμου καὶ ἀνέρχεται ὁ δρόμος ἕως εἰς τὰ κεφάλεα τοῦ ποταμοῦ καὶ κατέρχεται ὁ αὐτὸς ποταμὸς ἄχρι τοῦ παλαιοῦ μυλοστασίου εἰς τοῦ βουνα καρίου τοῦ φαργαλὰ καὶ συγκλήει. ταῦτα δὲ οὕτως οὗτοι περιορίσαντες ἐκύ ρωσεν καὶ ἐστερέωσεν ταῦτα τὸ ἡμέτερον κράτος διὰ τοῦ παρόντος ἡμῶν σι γιλλίου τῆ εἰρημένη μονῆ τοῦ ἁγίου βαρβάρου, ἔχιν ταῦτα καὶ νομεύειν κυ ρίως καὶ αὐθεντὸς ἀκαινοτομήτως καὶ ἀπαρασαλεύτως αἰωνίως ἔν τε παιδιάσι βουνοῖς ὄρεσι βαλάνων καὶ πάντων ἑτέρων δένδρων καρπίμων καὶ ἀκάρπων, καὶ ἁπλῶς ἡπεῖν πάντα ὥσα ἐντὸς τοῦ ῥηθέντος περιορισμοῦ ὑπάρχουσι σὺν καὶ ταῖς τῶν ὑδάτων νομαῖς· θέλωμεν δὲ εἶναι ταύτην τὴν μονὴν ἀνενόχλητον ἀπὸ πάντων τῶν ἡμετέρων ὑπηκοών καὶ ὀφφικιαλίων ἀπό τε κτισμάτων κά