Textus Originalis

— 405 —

— 405 —

στρων καὶ καστελλίων μὴ κατατολμᾶν τινα ἐπήριαν ἤ ζημίαν ἤ βλάβην ἤ κενοτομίαν ἐν ταύτη τῆ μονῆ ἐπάγειν ἤ ἐνδείκνυσθαι, ἀλλʼ ἀνενόχλητον καὶ ἀνεπεραίαστον εἶναι ταύτην καὶ ὅσα αὐτῆ διαφέρει κηνητὰ αὐτοκίνητα καὶ ἀκί νητα τῆ ἐπιδείξη μονῆ τοῦ ἁγίου σιγιλλίου, ὁ δέ γε κατατολμῶν τινα ἐπίρειαν ἤ ζημίαν ἤ βλάβην ὡς ἔφημεν τούτοις ἐνδεικνύμενος οὐ μικρὰν τὴν ἀγανάκτισιν παρὰ τοῦ ἡμετέρου κράτους ὑποστήσεται καὶ τῆς ἡμετέρας ἀγάπης εἶτε τῶν ἡμετέρων βουλομένως καὶ διαδόχων στερηθήσεται· ὁμοίως ἐστερξα ὑμῖν ἔχειν ἡ αὐτὴ μονὴ εἰς δουλίαν τὸν λέοντα τὸν υἱὸν τοῦ μελαχρι νοῦ σὺν τοῖς κληρονόμοις αὐτῶν. πρὸς γὰρ περισσωτέραν πίστωσιν καὶ ἀσφαλεῖ βεβαίωσιν τῶν ἐντυγχαννόντων τὸ παρʼἡμῶν σιγίλλιον βουλλοθὲν τῆ συνήθει ἡμῶν βούλλῃ τῆ διαμολύβδω ἐπεδώθη τῶ ῥηθέντι καθηγουμένω ἁγίου βαρβά ρου, τὰ δὲ λαχόντα ἐντὸς τοῦ τοιούτου περιωρισμοῦ τῶν δύο πρεσβυτέρων χω ράφια τοῦ τε πρωτοπαπᾶ καὶ τοῦ πρεσβυτέρου πολυκάρπου καθὰ ἐξ ἀρχῆς εἶ χον ταῦτα καὶ ἀπὸ τοῦ νῦν ἐχέτωσαν ἀκωλήτως ἄχρι ζωῆς αὐτῶν, μετὰ δὲ τὴν αὐτῶν ἀποβίωσιν ἀνακαλείσθωσαν εἰς τὴν ῥηθήσαν μονήν. ἐγράφη ἐν τῶ ςχιηʹ ἔτι μηνὶ καὶ ἰνδικτιῶνα τοῖς προγεγραμμένοις. † Ῥογέριος κόμης καλαβρίας καὶ σικελίας. XII. † Ἀδελασίας κομητήσσης σὺν τῶ ἐμῶ υἱῶ ῥοκερίω κόμιτι καλαβρίας καὶ σικελλίας. Ἐπειδὴ κατὰ τὸν ἀπρίλλιον μῆνα τῆς ἐνισταμένης γʹ ἰνδικτιῶνος, ὄντων ἡμῶν εἰς μεσίνην, ὤφθης ἐν ἡμῖν σὺ κῦρ γρηγόριος ὁ πανόσιος καθηγούμενος