Textus Originalis

— 406 —

— 406 —

τῆς εὐαγοῦς μάνδρας τοῦ πανενδόξου καὶ ὁσίου πατρὸς ἡμῶν φιλήππου δεμέν νων ὑποδεικνύων ἡμίν τινα κέλευσιν γεγεννημένην παρὰ τοῦ μακαριστάτου αὐ θέντου μου καὶ μεγίστου κόμιτος ἐν βαμβακίνω χάρτω ὁ πέλων καὶ εἰς τέ λος ἐκλελυκότος ἐξαιτῶν ἡμῖν τοῦ ταύτην ἀνακαινίσαι μὴ πῶς εἰς παραδρο μὴν τοῖς χρόνοις εἰς ἀφανησμὸν γένηται παντελὲς καὶ τὸ δωριθὲν τῆ ἁγία ἐκ κλησία μετατραπήσεται. ὅθεν τοῦτο στοχασάμενοι καὶ δίκαιον προκρήναντες εἶ ναι ἤξαμεν τῆ αὐτοῦ παρακλήσει καὶ προετρέψαμεν ἀνακαινισθῆναι· ὁ καὶ πε ριείχεν οὕτως. τὸν ἰούλιον μῆνα τῆς εʹ ἰνδικτιῶνος τῶ ςχεʹ ἔτει κατελθόν τος μου ῥοκερίου κόμιτος ἐκ τὸ ὄρος τῶν λιναρίων ἐπὶ τὸν ἅγιον φίλιππον εἰς τὰ δεμέννα ἐπειθης μοι σὺ ὁ καθηγούμενος τῆς αὐτῆς μονῆς κῦρ γρηγό ριος τοῦ ἀποδοῦναι εἰς τὸν ἅγιον φίλιππον τόπον χωραφίων πρὸς διατροφὴν τῆς εὐαγοῦς μονῆς, καὶ ὄρος νομῆς καὶ βελάνων ἔνθα καὶ νέμοιντο τὰ κτεινὰ τῆς μονῆς, καὶ εἰδὼς ἐγὼ ὅτι οὐκ ἦν πρὸς τὸ ναίμεσθαι τῶν κτεινῶν τῆς μο νῆς τόπον ἐπεκύρωσα μετὰ τοῦ ἐμοῦ τούτου σιγιλλίου τοῦ ἔχειν ἡ ἁγία ἐκ κλησία ἀπὸ καὶ νῦν τὴν χέτην τὰ ἐπιλεγόμενα ψιλὰ ἀλαώδη καὶ νάπος καὶ τὸ ὄρος τῆς νομῆς καὶ βελάνων τοῦ ἀείποτε ἄχρι συστάσεως κόσμου ἐπʼ αὐτὰ βόσκεσθαι τὰ τῆς μονῆς πράγματα καὶ οἱ μοναχοὶ ἔχειν τὴν αὐτῶν διατροφὴν καὶ μὴ ἔχειν τὸν ἐμποδιζόμενον ὑμᾶς τινα εἰς τὸ δειλωθὲν ὄρος καὶ χωρά φια πλὴν δὲ τὰ πράγματα τῆς ἐκκλησίας ἐν τῶ δειλωθέντι τόπω νεμέσθωσαν ὡς δῆθεν καὶ ὁ συνοριασμὸς τυγχάννει· ὡς ἀνέρχεται τὸ παλαιὸν κτίμα τοῦ ἁγίου γεωργίου ἐκ τὸν δυσικὸν μέρος τὸ ξερορίαχον ἄχρι τοῦ λίθου ὅ ἐστιν μέσον τοῦ αὐτοῦ ῥίαχος καὶ ἡ μεγάλη ὁδὸς καὶ εἰς τὸν ἕτερον λίθον ὅ ἐστιν ἐπάνω τῆς ὁδοῦ καὶ ὁ χέτις χέτις τὰ ἴσα καὶ εἰς τὰ ἐπιλεγόμενα ψιλὰ ἤγουν τὰ γυμνά , κακεῖθεν ἕως τὰ κεφαλώματα τοῦ ῥίαχος τῶν βούττων, καὶ ὡς κατέρχεται ὁ ῥίαξ ἕως τοῦ ποταμοῦ ἰακίνσου καὶ κατέρχεται ὁ ποταμὸς ἕως τοῦ ξερορυάχου ἐν ὦ καὶ ἡ ἔναρξης, καὶ οὐκ ἐστιν τὶς ἡ βεσκόμης ἣ στρατηγὸς ἣ φορεστάριος ἤ ἕτερος δουλευτὴς ὡς ἐναντιώσεται τὸ τῆς ἐκκλησίας σιγίλ λιον καὶ ὁ βουλόμενος παρακρούειν τὴν τῆς ὀργῆς μου αὐστειρὰν πεινὴν ὑπεί σεται σώματος καὶ πράγματος· ὅθεν καὶ ἡμεῖς τοῦτω στειρξαντες καὶ ἐμμεί ναντες τῆ ταύτη κελεύσει πρὸς περισσοτέραν πίστωσιν καὶ βέβαιαν ἀσφάλιαν