Textus Originalis

XIX. † Κατὰ τὸν αὐγουστον μῆνα τῆς ιδʹ ἰνδικτιῶνος ὄντως κἀμοῦ ῥωμανοῦ καὶ στρατηγοῦ δεμέννων ἦλθεν πρὸς μὲ σὺ ὁ μοναχὸς σάβας καὶ καθηγούμενος μονῆς τοῦ ἁγίου μεγάλου μάρτυρος θεοδώρου μύρτου λέγων μοι ὅτι σιγίλ λιον ἔχω παρὰ τοῦ κόμητος τοῦ μακαριωτάτου ὑπὲρ τῶν χωρισμῶν διακρα τήσεως τῆς μονῆς λέγω δὴ ἀπὸ τε μετοχίου χωραφίων καὶ παροίκων, καὶ τὸ μὲν ἕνα μετόχιον ἤως τὴν ἁγίαν θεοτόκον φριγανοῦ ἐπικρατεῖ ἡ μονὴ τὸν δὲ ἅγιον βάρβαρον οὐκ ἐπικρατεῖ ἀλλʼἔστιν ἀρτίως ὑπὸ χειρῶν ἑτέρων. κἀγὼ δὲ ταῦτα ἀκούσας ἐποίησα ἀγαγεῖν τὸν ἡγούμενον ἁγίου βαρβάρου καὶ ἠρώτησα αὐτὸν ὑπὲρ τοῦτω, κἀκεῖνος δὲ σὺν τῶ λόγω ἤγαγεν ἡμῖν σιγίλλιον γραφὲν ἐν τῶ κυροῦ χριστοδούλου τοῦ ἀμμηρᾶ, ὡσαύτος ὑπέδειξεν ἡμίν καὶ σά βας ὁ καθηγούμενος ἁγίου θεοδώρου τὸ σιγίλλιον τοῦ μακαριωτάτου κόμητος· κἀγὼ δὲ τοῖς δυσὶ σιγιλλίοις ἐνωτισθεὶς οὐκ αὖθις τοῦτω ἤγαγον εἰς κρίσιν ἀλλʼ ἐμακροθύμησα ἄχρις ὅτου ἐν τῇ κούρτη ἀπῆλθον καὶ ἐξύφανα τοῦτο τοῖς ἄρχουσι λεπτομερῶς, λέγω δὴ κυροῦ τοῦ ἀμμηράδος καὶ κυροῦ βασιλείου σεβαστῶ καὶ κυροῦ παένω· καὶ ὁ μὲν κυρὸς ἀμμηρᾶς ἔφη μοι λέγας οὕτως ὅτι ἐγὼ μὲν ὅταν προσέταξα γενέσθαι αὐτοῦ σιγίλλιον οὐκ ἐγίνωσκον ὅτι ἑτέρας μονῆς ὑπηρχε