Textus Originalis
— 419 —
ὑπεξούσιον, ἀλλʼοὖν συ ὅταν ὑποστρέψεις ἐν τῶ ἁγίω μάρκω ποιήσαι ἀγαγεῖν ἔμ προσθέν σου πάντας ἡγουμένους καὶ πρεσβυτέρους καὶ ἄρχοντας καὶ ἐρεύ νησαι ὑπὲρ τούτω ἀκριβῶς, καὶ ἡ μάθης ὅτι πρότερον ἐγεγόνι τὸ σιγίλλιον ἁγίου θεοδώρου ὑπόστρεψαι τὴν μονὴν ἁγίου βαρβάρου ἐν τῇ ἐξουσία τοῦ ἁγίου θεοδώρου· τὸν αὐτὸν λόγον μοι εἶπαν καὶ οἱ ἕτεροι ἄρχοντες. ἐγὼ δὲ ἐλθὼν εἰς τὸν ἅγιον μάρκον ἐσυνήθροισα πάντας καθὰ προσετάχθην παρὰ τῶν ἀρ χόντων τῆς κούρτης, λέγω δὴ τὸν καθηγούμενον μονῆς ἁγίου φιλίππου καὶ χρηστόδουλον καθηγούμενον ἁγίου πέτρου καὶ βασίλειον πρωτοπαπᾶ σὺν τοῦ κλήρου αὐτοῦ καὶ νοτάριον βασίλειον κριτὴν καὶ νοτάριον βασίλειον γραστεῖλον καὶ νικόλαον κάπρον καὶ νικόλαον τοὺ ἀλφέρι καὶ νοτάριον βασίλειον τοῦ ἵπ που καὶ συμεῶνος βουνήτου καὶ νοτάριον φιλιππον πολαίμον καὶ τὸν λέοντα ῥοδωπάτην καὶ νικήταν πωλύκαρπον παρόντως δὲ καὶ νοταρίου θεοδώρου βεσκό μητος· καὶ ἐρωτήσας αὐτοὺς ἀπεκρίθησαν πάντες λέγοντες, ὅτι ἡμεῖς μὲν κα λῶς γινώσκομεν τὸν ἅγιον βάρβαρον ὄντα μετόχιον τοῦ ἁγίου θεοδώρου καὶ προοῦ τὸ σιγίλλιον τοῦ ἁγίου θεοδώρου ἐγεγόνι ὑπὸ τοῦ μακαριωτάτου κόμητος. καὶ μαθὼν τὴν ἀλήθειαν ὑπὲρ πάντων ἐστέρξαμεν τοῦ εἶναι τὸν ἅγιον βάρβα ρον μετόχιον τοῦ ἁγίου θεοδώρου καθὰ καὶ προυπάρχει. τοῦτω δὲ οὕτως στερχ θέντως πεποιήκαμεν αὐτοῦ τὸ παρὸν σιγίλλιον τοῦ εἶναι ἀπαρασάλευτον τὸ τοιοῦτον μετόχιον ἐκ τῆς μονῆς ἁγίου θεοδώρου· ὅθεν καὶ τὸ παρὸν σιγίλλιον σφραγησθὲν τῆ ἡμετέρα βούλλη ἐπεδώθη αὐτῶ μηνὶ καὶ ἰνδικτιῶνος τῆς ἄνω τέρας. † ῥωμανὸς ὁ ξένα ἔκρινεν ἐκῆνα.