Textus Originalis
XIV.
† sinnus manus mea iohannes filius domini eugenii ammirati. Ἐγὼ ὁ προρηθεὶς ἰωάννης ὑιὸς τοῦ ἐνδοξοτάτου ἄρχοντος κυρίου εὐγενίου ἀμη ράδος ὁμολογοῦμαι διὰ τοῦ παρόντος ἐγγράφου, ὡσότι πέπρακα τὸν ἐμὸν ὅλον κήπον τὸν ὄντα καὶ διακείμενον ἐν πόλει πανόρμου εἰς τὴν ῥύμην καλουμένην τῆς ἁγίας βαρβάρας πύλης χατζέργνελ πλησίον τοῦ . . . . . ὄμουρ λαμάννου γνωριζομένου τοῦ μαουροῦ, πρὸς σὲ ἀρμάννον τὸν ἐμὸν δοῦλον διὰ ταρία ἑξάκοσια κόκκου αʹ, ἅ τινα ἔλαβον ἀπὸ σοῦ τέλεια καὶ ἀνελλειπῆ. ἀπέδωκά σοι τοῦτον τὸν κῆπον μετὰ τῶν δικαιωμάτων αὐτοῦ καὶ διαφερόντων τειχέων τοῦ ἔχειν σε ἐξουσίαν καὶ κυριώτητα ποιεῖν ἅπαντα εἴ τι καὶ βούλη πωλεῖν χαρίζειν καὶ ὅσα ὁ νόμος διαγορεύει· ἐγὼ δὲ ἐσωμέ σοι διεκδηκητὴς ἀπὸ παντὸς προσώπου ξένου τε καὶ ἰδίου, εἰ δʼ οὐχὶ δυπλάσο σοι τὸ ῥηθὲν τίμημα καὶ τὰς βελτιώσεις πρὸς δὲ τὸ δημόσιον ζημιωθήσομαι νομίσματα λςʹ, εἶτʼ ἐῤῥῶσθαι τὸ παρὸν ἔγγρα φον τῆς πράσεως ἐσσʼ ἀεί. εἴτις ἐγράφη μηνὶ ἀπριλλίω ἰνδικτιῶνος δʹ προτρο πῆ τοῦ ἱερωτάτου πρωτοπαπᾶ πόλεως πανόρμου κυρίου κωνσταντίνου χειρὶ βα σιλίου ἱερέως ταβουλαρίου ἔτει ςψζʹ. † κάϊτος τανκρὲς γαμβρὸς νοταρίου μούνσου μάρτυρ ὑπέγραψα. † ὁ τοῦ θεοδίκου ἱερέως ὑιὸς καλόκερος μάρτυρ ὑπέγραψα. † ἰοσφρὲς πουτέντα μάρτυρ ὑπέγραψα. † ματθαῖος μινζηλλκούρμου μάρτυρ ὑπέγραψα. 12