Textus Originalis

XV.

XV.

† σίγνον χειρὸς γουλιέλμου ὑιοῦ τοῦ ποτε ῥομπέρτου τοῦ σιπέν. Κατὰ τὴν συντρέχουσαν αʹ τῶ μάϊω μηνὶ τῆς ἰνδικτιῶνος εʹ ἔτους διατρέ χοντος ἀπὸ κτίσεως κόσμου ςψκεʹ βασιλέυοντος τοῦ κραταιοῦ ἡμῶν αὐθέντου φρεδερήκου μεγάλου ῥηγὸς σικελίας δουκάτου ἀπουλίας καὶ πρηνκεπάτου κά πουας. ἐγὼ ὁ προγεγραμμένος γουλιέλμος τοῦ σιπὲν ὑιός ποτε ῥομπέρτου καὶ μαρίας τοῦ σιπὲν βουλῆ καὶ θελήσι τῆς ἐμῆς ἀδελφῆς σιβελίας ὁμολογοῦμαι διὰ τὸ παρὸν ἔγγραφον, ὡσότι καλυωθέλῃ καὶ αὐτῆ ἀρεφέσει πέπρακα τὸ ἐμὸν ἀργὸν χωράριον ὅπερ ἐστὶ κατὰ σπορὰν μοδίου ἑνὸς σίτου τὸ ἐν τοῦ προαστείου πό λεως πανόρμου εἰς τὸν γαδηρελκούκ, ὅπερ ἐδιεκδίκησα τοῦτο μετὰ καὶ ἐμῶν χωραφίων παρὰ τῆς μεγάλης κόρτης ὡς δηλεῖ τὸ ἐμὸν ἔγγραφον τῆς κόρτης παρὰ τῶν μεγάλων κρητῶν, πρὸς σὲ τὸν καθηγούμενον σουσάνναν λόγω τῆς μονῆς τῆς ὑπεραγίας θεοτόκου πανόρμου τῆς μαρτυράνας διὰ ταρία δεκατρεία κόκκου αʹ ἅτινα ταῦτα ἔλαβον ἀπὸ σοῦ· ἀπέδωκά σοι τὸ ῥηθὲν χωράφιον κατὰ σπορὰν μοδίου αʹ ἀργὸν ἔχοντα εἰς τὸν φραγμὸν . . . . περιωριζόμενον οὕτως, κατὰ ἀνατολὴν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν τἄλλαν, κατὰ δυσμὴν ἡ ὁδὸς ἡ