Textus Originalis

XVI.

XVI.

† σίγνον χειρὸς κάσαρ ἡ γυνὴ τοῦ ἀποιχομένου ἰωάννου τῆς μοναχῆς. † σίγνον χειρὸς μαρίας τοῦ στάμου θυγατρὸς αὐτῆς. † σίγνον χειρὸς μαίστορος νικολάου καλλαρύρου γαμβρὸς αὐτῆς. † σίγνον χειρὸς κωνστάντζας γυνῆς αὐτοῦ. Κατὰ τὸν ἀπρίλλιον μῆνα τῆς ἰνδικτιῶνος ςʹ ἔτους διατρέχοντος ἀπὸ ἀρ χῆς κτίσεως κόσμου ςψμδʹ βασιλεύοντος τοῦ κραταιοῦ ἡμῶν αὐθέντου φρεδρὴ κου μεγάλου βασιλέως κέσαρος ἀεὶ αὐγούστου καὶ αὐτοκράτορος ῥώμης καὶ ῥηγὸς σικελίας καὶ τῶν ἱεροσολήμων. ἡμεῖς οἱ προρηθέντες κάσαρ σὺν τῆ θυγατρὶ μαρία καὶ τῶ ἡμετέρω γαμβρῶ μαίστρω νικολάω καὶ τῆ γυναικὶ αὐτοῦ κων στάντζα τῆ ἡμετέρα ἐγγόνη καὶ θυγατρὶ, κοινῆ βουλῆ ἡμῶν καὶ γνώμη μετὰ παντὸς καλοῦ ἡμῶν θελήματος ὁμολογοῦμεν διὰ τοῦ παρόντος ἐγγράφου, ὡσότι τὸ χωράριον ὅπερ ποτὲ ἐπικράτει ὁ ἰωάννης τῆς μοναχῆς παρὰ τῆς βασιλικῆς μεγάλης καππέλλας τὸ ἐν πόλει πανόρμου ἐντὸς τῆς μεγάλης γάλκας καὶ καλ λίεργον αὐτοῦ περιβόλιτζον, ἡμεῖς δὲ μετὰ τὸν θάνατον τοῦ ἡμετέρου ἰωάννου τῆς μοναχῆς διανοηθέντες καὶ γνωρίζοντες ἀληθῶς, ὅτι τὸ χωράφιον ἐλάμβανε παρὰ τῆς μεγάλης καππέλλας καὶ ἐν ὅλη τῆ ζωῆ αὐτοῦ ἀπὸ τοῦ κεροῦ τοῦ ἀειμνήστου γουλιέλμου ῥηγὸς ἔσχεν τὴν συνησφορὰν καὶ ἐπικαρπίαν τοῦ ῥη θέντος περιβολίτζου, καὶ ἐγὼ κάσαρ καὶ ἡ θυγάτηρ μου μαρία μετʼαὐτοῦ μέ-