Textus Originalis

εἰσαγγελίᾳ γέγραπται Θεσσαλοῦ τοῦ Κίμωνος εἰσαγγείλαντος ᾿Αλκιβιάδην ἀσεβεῖν περὶ τὼ θεώ. τραχυνομένου δὲ τοῦ δήμου καὶ πικρῶς πρὸς ᾿Αλκιβιάδην ἔχοντος, καὶ τοῦ ᾿Ανδροκλέους (ἦν γὰρ οὗτος ἐχθρὸς ἐν τοῖς μάλιστα τοῦ ᾿Αλκιβιάδου) παροξύνοντος, ἐν ἀρχῇ μὲν ἐταράχθησαν οἱ περὶ τὸν ᾿Αλκιβιάδην. αἰσθόμενοι δὲ τούς τε ναύτας, ὅσοι πλεῖν ἔμελλον εἰς Σικελίαν, εὔνους ὄντας αὐτοῖς καὶ τὸ στρατιωτικόν, ᾿Αργείων δὲ καὶ Μαντινέων χιλίων ὄντων ὁπλιτῶν ἀκούοντες ἀναφανδὸν λεγόντων ὡς δι᾽ ᾿Αλκιβιάδην στρατεύοιντο διαπόντιον καὶ μακρὰν στρατείαν, ἐὰν δέ τις ἀγνωμονῇ περὶ τοῦτον, εὐθὺς ἀποστήσεσθαι, ἀνεθάρρουν καὶ παρίσταντο τῷ καιρῷ πρὸς τὴν ἀπολογίαν, ὥστε τοὺς ἐχθροὺς πάλιν ἀθυμεῖν καὶ φοβεῖσθαι μὴ περὶ τὴν κρίσιν ὁ δῆμος ἀμβλύτερος αὐτῷ γένηται διὰ τὴν χρείαν. Πρὸς ταῦτ᾽ οὖν τεχνάζουσι τῶν ῥητόρων τοὺς οὐ δοκοῦντας ἐχθροὺς τοῦ ᾿Αλκιβιάδου, μισοῦντας δὲ αὐτὸν οὐχ ἧττον τῶν ὁμολογούντων, ἀνισταμένους ἐν τῷ δήμῳ λέγειν ὡς ἄτοπόν ἐστιν αὐτοκράτορι στρατηγῷ τηλικαύτης ἀποδεδειγμένῳ δυνάμεως, ἠθροισμένης στρατιᾶς καὶ τῶν συμμάχων, μεταξὺ κληροῦντας δικαστήριον καὶ ὕδωρ διαμετροῦντας ἀπολλύναι τὸν καιρόν· “ ᾿Αλλὰ νῦν μὲν ἀγαθῇ τύχῃ πλείτω, τοῦ δὲ πολέμου διαπραχθέντος ἐπὶ τοῖς αὐτοῖς νόμοις ἀπολογείσθω παρών.” οὐκ ἐλάνθανε μὲν οὖν ἡ κακοήθεια τῆς ἀναβολῆς τὸν ᾿Αλκιβιάδην, ἀλλ᾽ ἔλεγε παριὼν ὡς δεινόν ἐστιν αἰτίας ἀπο-