Textus Originalis

Ἐν δὲ τῇ Σάμῳ τότε πάντα τὰ πράγματα τοῖς ᾿Αθηναίοις σχεδὸν ὑπῆρχε· κἀκεῖθεν ὁρμώμενοι τῇ ναυτικῇ δυνάμει τὰ μὲν ἀνεκτῶντο τῶν ἀφεστώτων, τὰ δ᾽ ἐφύλαττον ἁμῶς γέ πως ἔτι τοῖς πολεμίοις κατὰ θάλατταν ὄντες ἀξιόμαχοι, Τισαφέρνην δὲ φοβούμενοι καὶ τὰς λεγομένας ὅσον οὔπω παρεῖναι Φοινίσσας τριήρεις πεντήκοντα καὶ ἑκατὸν οὔσας, ὧν ἀφικομένων οὐδεμία σωτηρίας ἐλπὶς ὑπελείπετο τῇ πόλει. ταῦτα δ᾽ εἰδὼς ᾿Αλκιβιάδης ἔπεμπε κρύφα πρὸς τοὺς ἐν Σάμῳ δυνατοὺς τῶν ᾿Αθηναίων, ἐλπίδας ἐνδιδοὺς παρέξειν τὸν Τισαφέρνην φίλον, οὐ τοῖς πολλοῖς χαριζόμενος οὐδὲ πιστεύων ἐκείνοις, ἀλλὰ τοῖς ἀρίστοις, εἰ τολμήσειαν ἄνδρες ἀγαθοὶ γενόμενοι καὶ παύσαντες ὑβρίζοντα τὸν δῆμον αὐτοὶ δι᾽ ἑαυτῶν σώζειν τὰ πράγματα καὶ τὴν πόλιν. Οἱ μὲν οὖν ἄλλοι σφόδρα προσεῖχον τῷ ᾿Αλκιβιάδῃ· τῶν δὲ στρατηγῶν εἷς, Φρύνιχος ὁ Δειραδιώτης, ὑποπτεύσας, ὅπερ ἦν, τὸν ᾿Αλκιβιάδην οὐδέν τι μᾶλλον ὀλιγαρχίας ἢ δημοκρατίας δεόμενον, ζητοῦντα δὲ πάντως κατελθεῖν, ἐκ διαβολῆς τοῦ δήμου προθεραπεύειν καὶ ὑποδύεσθαι τοὺς δυνατούς, ἀνθίστατο. κρατούμενος δὲ τῇ γνώμῃ καὶ φανερῶς ἤδη τοῦ ᾿Αλκιβιάδου γεγονὼς ἐχθρός, ἐξήγγειλε κρύφα πρὸς ᾿Αστύοχον τὸν τῶν πολεμίων ναύαρχον, ἐγκελευόμενος φυλάττεσθαι καὶ συλλαμβάνειν ὡς ἐπαμφοτερίζοντα τὸν ᾿Αλκιβιάδην. ἐλελήθει δ᾽ ἄρα προδό-