Textus Originalis

κελλος τὴν δύναμιν ἐντὸς παρὰ τὰς πύλας ἔστησε τὰ σκευοφόρα, καὶ τοῖς Νωλανοῖς διὰ κηρύγματος ἀπεῖπε πρὸς τὰ τείχη προσπελάζειν. ἦν οὖν ὅπλων ἐρημία καὶ τὸν ᾿Αννίβαν ἐπεσπάσατο προσάγειν ἀτακτότερον, ὡς τῶν ἐν τῇ πόλει ταραττομένων. Ἐν τούτῳ δὲ τὴν καθ᾽ αὑτὸν πύλην ἀναπετάσαι κελεύσας ὁ Μάρκελλος ἐξήλασεν, ἔχων μεθ᾽ ἑαυτοῦ τῶν ἱπποτῶν τοὺς λαμπροτάτους, καὶ προσπεσὼν κατὰ στόμα συνείχετο τοῖς πολεμίοις. μετ᾽ ὀλίγον δ᾽ οἱ πεζοὶ καθ᾽ ἑτέραν πύλην ἐχώρουν μετὰ δρόμου καὶ βοῆς. καὶ πρὸς τούτους αὖθις αὖ τοῦ ᾿Αννίβα μερίζοντος τὴν δύναμιν ἡ τρίτη τῶν πυλῶν ἀνεώγνυτο, καὶ δι᾽ αὐτῆς ἐξέθεον οἱ λοιποὶ καὶ προσέκειντο πανταχόθεν ἐκπεπληγμένοις τῷ ἀπροσδοκήτῳ καὶ κακῶς ἀμυνομένοις τοὺς ἐν χερσὶν ἤδη διὰ τοὺς ὕστερον ἐπιφερομένους. κἀνταῦθα πρῶτον οἱ σὺν ᾿Αννίβᾳ Ῥωμαίοις ἐνέδωκαν, ὠθούμενοι φόνῳ πολλῷ καὶ τραύμασι πρὸς τὸ στρατόπεδον. λέγονται γὰρ ὑπὲρ πεντακισχιλίους ἀποθανεῖν, ἀποκτεῖναι δὲ Ῥωμαίων οὐ πλείονας ἢ πεντακοσίους. ὁ δὲ Λίβιος οὕτω μὲν οὐ διαβεβαιοῦται γενέσθαι μεγάλην ἧτταν οὐδὲ πεσεῖν νεκροὺς τοσούτους τῶν πολεμίων, κλέος δὲ μέγα Μαρκέλλῳ καὶ Ῥωμαίοις ἐκ κακῶν θάρσος ἀπὸ τῆς μάχης ἐκείνης ὑπάρξαι θαυμαστόν, οὐχ ὡς πρὸς ἄμαχον οὐδὲ ἀήττητον, ἀλλά τι καὶ παθεῖν δυνάμενον διαγωνιζομένοις πολέμιον. ΧΙΙ. Διὸ καὶ θατέρου τῶν ὑπάτων ἀποθανόντος