Textus Originalis
τεθραμμένος ἐπὶ τῆς οἰκίας τοῦ Νικίου, περί τε γράμματα καὶ μουσικὴν ἐξησκημένος ὑπ᾽ αὐτοῦ, προσποιούμενος δ᾽ υἱὸς εἶναι Διονυσίου τοῦ Χαλκοῦ προσαγορευθέντος, οὗ καὶ ποιήματα σώζεται, καὶ τῆς εἰς ᾿Ιταλίαν ἀποικίας ἡγεμὼν γενόμενος ἔκτισε Θουρίους. οὗτος οὖν ὁ Ἱέρων τά τε πρὸς τοὺς μάντεις ἀπόρρητα διεπράττετο τῷ Νικίᾳ, καὶ λόγους ἐξέφερεν εἰς τὸν δῆμον ὡς ἐπίπονόν τινα καὶ ταλαίπωρον διὰ τὴν πόλιν ζῶντος αὐτοῦ βίον· ᾧ γ᾽ ἔφη καὶ περὶ λουτρὸν ὄντι καὶ περὶ δεῖπνον ἀεί τε προσπίπτειν δημό- σιον· “ ἀμελῶν δὲ τῶν ἰδίων ὑπὸ τοῦ τὰ κοινὰ φροντίζειν μόλις ἄρχεται καθεύδειν περὶ πρῶτον ὕπνον. ὅθεν αὐτῷ καὶ τὸ σῶμα διάκειται κακῶς, καὶ τοῖς φίλοις οὐ προσηνὴς οὐδὲ ἡδύς ἐστιν, ἀλλὰ καὶ τούτους προσαποβέβληκε τοῖς χρήμασι πολιτευόμενος. οἱ δ᾽ ἄλλοι καὶ φίλους κτώμενοι καὶ πλουτίζοντες αὑτοὺς ἀπὸ τοῦ βήματος εὐπα- θοῦσι καὶ προσπαίζουσι τῇ πολιτείᾳ.” τῷ δ᾽ ὄντι τοιοῦτος ἦν ὁ Νικίου βίος ὥστ᾽ αὐτὸν εἰπεῖν τὰ τοῦ ᾿Αγαμέμνονος εἰς αὑτόν· Προστάτην γε τοῦ βίου τὸν ὄγκον ἔχομεν, τῷ τ᾽ ὄχλῳ δουλεύομεν.! VI. Ὁρῶν δὲ τῶν ἐν λόγῳ δυνατῶν ἢ τῷ φρονεῖν διαφερόντων ἀποχρώμενον εἰς ἔνια ταῖς ἐμπειρίαις τὸν δῆμον, ὑφορώμενον δ᾽ ἀεὶ καὶ
Note a pie di pagina
1 1 Euripides, Iphigencia at Aulis, 445 ff. (Kirchhoff), where the MSS. have προστάτην γε, τὸν δῆμον, τῷ τ' ὄχλῳ. The MSS. of Plutarch have προστάτην δέ, τὸν ὄγκον, τῷ δ᾽ ὄχλῳ.