Textus Originalis

φυλαττόμενον τὴν δεινότητα καὶ κολούοντα τὸ φρόνημα καὶ τὴν δόξαν, ὡς δῆλον ἦν τῇ Περι- κλέους καταδίκῃ καὶ τῷ Δάμωνος ἐξοστρακισμῷ καὶ τῇ πρὸς ᾿Αντιφῶντα τὸν Ῥαμνούσιον ἀπιστίᾳ τῶν πολλῶν, καὶ μάλιστα δὴ τοῖς περὶ Πάχητα τὸν ἑλόντα Λέσβον, ὃς εὐθύνας διδοὺς τῆς στρα- τηγίας ἐν αὐτῷ τῷ δικαστηρίῳ σπασάμενος ξίφος ἀνεῖλεν ἑαυτόν, τὰς μὲν ἐργώδεις πάνυ καὶ μακρὰς ἐπειρᾶτο διακρούεσθαι στρατηγίας, ὅπου δ᾽ αὐτὸς στρατεύοιτο τῆς ἀσφαλείας ἐχόμενος καὶ τὰ πλεῖστα κατορθῶν, ὡς εἰκός, εἰς οὐδεμίαν αὑτοῦ σοφίαν ἢ δύναμιν ἢ ἀρετὴν ἀνέφερε τὰς πράξεις, ἀλλὰ παρεχώρει τῇ τύχῃ καὶ κατέφευγεν εἰς τὸ θεῖον, τῷ φθόνῳ τῆς δόξης ὑφιέμενος. Ἐπεμαρτύρει δὲ καὶ τὰ πράγματα· πολλῶν γὰρ τότε προσκρουσμάτων τῇ πόλει καὶ μεγάλων γενομένων, οὐδενὸς ἁπλῶς ἐκεῖνος μετέσχεν, ἀλλὰ περὶ Θρᾷκην μὲν ἡττήθησαν ὑπὸ Χαλκιδέων Καλλιάδου τε καὶ Ξενοφῶντος στρατηγούντων, τὸ δ᾽ Αἰτωλικὸν πταῖσμα συνέβη Δημοσθένους ἄρχοντος, ἐν δὲ Δηλίῳ χιλίους αὑτῶν ἀπέβαλον Ἱπποκράτους ἡγουμένου, τοῦ δὲ λοιμοῦ τὴν πλείστην αἰτίαν ἔλαβε Περικλῆς διὰ τὸν πόλεμον εἰς τὸ ἄστυ κατακλείσας τὸν ἀπὸ τῆς χώρας