Textus Originalis
ὄχλον, ἐκ τῆς μεταβολῆς τῶν τόπων καὶ διαίτης ἀήθους γενομένον. Νικίας δὲ τούτων ἁπάντων ἀναίτιος ἔμεινε· καὶ στρατηγῶν εἷλε μὲν Κύθηρα, νῆσον εὖ κατὰ τῆς Λακωνικῆς πεφυκυῖαν καὶ Λακεδαιμονίους ἔχουσαν οἰκήτορας, ἔλαβε δὲ καὶ πολλὰ τῶν ἐπὶ Θράκης ἀφεστώτων καὶ προση- γάγετο, κατακλείσας δὲ Μεγαρεῖς εἰς τὴν πόλιν εὐθὺς μὲν ἔσχε Μινώαν τὴν νῆσον, ὀλίγῳ δ᾽ ὕστερον ἐκ ταύτης ὁρμώμενος Νισαίας ἐκράτησεν, εἰς δὲ τὴν Κορινθίαν ἀποβὰς ἐνίκησε μάχῃ καὶ διέφθειρε Κορινθίων πολλοὺς καὶ Λυκόφρονα τὸν στρατηγόν. Ἔνθα δ᾽ αὐτῷ συνέβη τῶν οἰκείων δύο νεκροὺς ἀπολιπεῖν διαλαθόντας περὶ τὴν ἀναίρεσιν. ὡς οὖν τοῦτ᾽ ἔγνω, τάχιστα τὸν στόλον ἐπιστήσας ἔπεμψε κήρυκα πρὸς τοὺς πολεμίους περὶ ἀναι- ρέσεως. καίτοι κατὰ νόμον τινὰ καὶ συνήθειαν ἐδόκουν οἱ νεκρῶν ὑποσπόνδων λαβόντες ἀναί- ρεσιν ἀπολέγεσθαι τὴν νίκην, καὶ τρόπαιον ἱστά- ναι τοὺς τούτου τυχόντας οὐκ ἔνθεσμον ἦν· νικᾶν γὰρ τοὺς κρατοῦντας, μὴ κρατεῖν δὲ τοὺς αἰτοῦν- τας, ὡς λαβεῖν μὴ δυναμένους. ἀλλ᾽ ὅμως ἐκεῖνος ὑπέμεινε μᾶλλον προέσθαι τὸ νίκημα