Textus Originalis
καὶ τὴν δόξαν ἢ καταλιπεῖν ἀτάφους δύο τῶν πολιτῶν. Πορθήσας δὲ τὴν παραλίαν τῆς Λακωνικῆς καὶ τοὺς ἀντιστάντας Λακεδαιμονίων τρεψάμενος, εἷλε Θυρέαν Αἰγινητῶν ἐχόντων, καὶ τοὺς αἱρε- θέντας ἀπήγαγε ζῶντας εἰς ᾿Αθήνας. VII. Ἐπεὶ δὲ Δημοσθένους Πύλον τειχί- σαντος ἐπεστράτευσαν ἅμα πεζῷ καὶ ναυσὶ Πελοποννήσιοι, καὶ μάχης γενομένης ἀπελή- φθησαν ἐν τῇ Σφακτηρίᾳ νήσῳ Σπαρτιατῶν ἄνδρες ἀμφὶ τοὺς τετρακοσίους, μέγα μέν, ὥσπερ ἦν, ἡγούμενοι τὸ λαβεῖν αὐτοὺς ᾿Αθηναῖοι, χα- λεπῆς δὲ καὶ δυσέργου τῆς πολιορκίας οὔσης ἐν χωρίοις ἀνύδροις, καὶ θέρους μὲν μακρὰν καὶ πολυτελῆ τὴν περιαγωγὴν τῶν ἐπιτηδείων ἐχού- σης, σφαλερὰν δὲ χειμῶνος καὶ παντελῶς ἄπορον, ἤχθοντο καὶ μετεμέλοντο πρεσβείαν Λακεδαι- μονίων ἀπωσάμενοι περὶ σπονδῶν καὶ εἰρήνης ἀφικομένην πρὸς αὐτούς. ἀπεώσαντο δὲ Κλέωνος ἐναντιωθέντος οὐχ ἥκιστα διὰ Νικίαν· ἐχθρὸς γὰρ ὧν αὐτοῦ, καὶ προθύμως ὁρῶν συμπράττοντα τοῖς Λακεδαιμονίοις, ἔπεισε τὸν δῆμον ἀποψη- φίσασθαι τὰς σπονδάς. ὡς οὖν ἥ τε πολιορκία μῆκος ἐλάμβανε καὶ δεινὰς ἀπορίας ἐπυνθάνοντο περιεστάναι τὸ στρατόπεδον, δι᾽ ὀργῆς εἶχον τὸν Κλέωνα. Τοῦ δ᾽ εἰς τὸν Νικίαν ἐκτρέποντος τὴν αἰτίαν, καὶ κατηγοροῦντος ὅτι δειλίᾳ καὶ μαλακίᾳ προΐε- ται τοὺς ἄνδρας, ὡς αὐτοῦ γε στρατηγοῦντος οὐκ