Textus Originalis
ἂν περιγενομένους χρόνον τοσοῦτον, τοῖς ᾿Αθηναί- οις εἰπεῖν παρέστη· “ Τί δ᾽ οὐχὶ καὶ νῦν αὐτὸς σὺ πλεῖς ἐπὶ τοὺς ἄνδρας;” ὅ τε Νικίας ἀναστὰς ἐξίστατο τῆς ἐπὶ Πύλον στρατηγίας αὐτῷ, καὶ λαμβάνειν ὁπόσην βούλεται δύναμιν ἐκέλευσε, καὶ μὴ θρασύνεσθαι λόγοις ἀκινδύνοις, ἀλλ᾽ ἔργον τι τῇ πόλει παρασχεῖν ἄξιον σπουδῆς. ὁ δὲ τὸ μὲν πρῶτον ἀνεδύετο, τῷ μὴ προσδοκῆσαι τοῦτο θορυβούμενος· ἐγκελευομένων δὲ ταὐτὰ τῶν ᾿Αθηναίων καὶ τοῦ Νικίου καταβοῶντος, ἐξαρθεὶς καὶ ἀναφλεχθεὶς τὸ φιλότιμον ὑπεδέξατό τε τὴν στρατηγίαν, καὶ προσδιωρίσατο πλεύσας ἐντὸς ἡμερῶν εἴκοσιν ἢ κατακτενεῖν ἐκεῖ τοὺς ἄνδρας ἢ ζῶντας ἄξειν ᾿Αθήναζε. τοῖς δ᾽ ᾿Αθηναίοις ἐπῆλθε γελάσαι μέγα μᾶλλον ἢ πιστεῦσαι· καὶ γὰρ ἄλ- λως εἰώθεσαν αὐτοῦ τὴν κουφότητα καὶ μανίαν φέρειν μετὰ παιδιᾶς οὐκ ἀηδῶς. Λέγεται γὰρ ἐκκλησίας ποτὲ οὔσης τὸν μὲν δῆμον καθήμενον ἄνω περιμένειν πολὺν χρόνον, ὀψὲ δ᾽ εἰσελθεῖν ἐκεῖνον ἐστεφανωμένον καὶ παρα- καλεῖν ὑπερθέσθαι τὴν ἐκκλησίαν εἰς αὔριον· “᾿Ασχολοῦμαι γάρ,” ἔφη, “ σήμερον, ἑστιᾶν μέλ- λων ξένους καὶ τεθυκὼς τοῖς θεοῖς.” τοὺς δ᾽ ᾿Αθηναίους γελάσαντας ἀναστῆναι καὶ διαλῦσαι τὴν ἐκκλησίαν. VIII. Οὐ μὴν ἀλλὰ καὶ τότε τύχη χρησάμενος ἀγαθῇ καὶ στρατηγήσας ἄριστα μετὰ Δημο- σθένους, ἐντὸς οὗ προεῖπε χρόνου τῶν Σπαρτια-