Textus Originalis

τῶν ὅσοι μὴ κατὰ μάχην ἔπεσον τὰ ὅπλα παραδόντας ἤγαγεν αἰχμαλώτους. καὶ τοῦτο τῷ Νικίᾳ μεγάλην ἤνεγκεν ἀδοξίαν. οὐ γὰρ ἀσπίδος ῥῖψις, ἀλλ᾽ αἴσχιόν τι καὶ χεῖρον ἐδόκει τὸ δειλίᾳ τὴν στρατηγίαν ἀποβαλεῖν ἑκουσίως, καὶ προέ- σθαι τῷ ἐχθρῷ τηλικούτου κατορθώματος ἀφορ- μάς, αὑτὸν ἀποχειροτονήσαντα τῆς ἀρχῆς. σκώπτει δ᾽ αὐτὸν εἰς ταῦτα πάλιν ᾿Αριστοφάνης ἐν μὲν Ὅρνισιν οὕτω πως ἔχων· Καὶ μὴν μὰ τὸν Δί᾽ οὐχὶ νυστάξειν γ᾽ ἔτι ὥρα ᾿στὶ ἡμῖν, οὐδὲ μελλονικιᾶν. ἐν δὲ Γεωργοῖς ταῦτα γράφων· Α. ᾿Εθέλω γεωργεῖν. Β. εἶτα τίς σε κωλύει; Α. ὑμεῖς· ἐπεὶ δίδωμι χιλίας δραχμάς, ἐάν με τῶν ἀρχῶν ἀφῆτε. Β. δεχόμεθα· δισχίλιαι γάρ εἰσι σὺν ταῖς Νικίου. Καὶ μέντοι καὶ τὴν πόλιν ἔβλαψεν οὐ μικρὰ τῷ Κλέωνι τοσοῦτον προσγενέσθαι δόξης ἐάσας καὶ δυνάμεως, ὑφ᾽ ἧς εἰς βαρὺ φρόνημα καὶ θρά- σος ἐμπεσὼν ἀκάθεκτον ἄλλας τε τῇ πόλει προσ- ετρίψατο συμφοράς, ὧν οὐχ ἥκιστα καὶ αὐτὸς ἀπέλαυσε, καὶ τὸν ἐπὶ τοῦ βήματος κόσμον ἀνε- λὼν καὶ πρῶτος ἐν τῷ δημηγορεῖν ἀνακραγὼν καὶ περισπάσας τὸ ἱμάτιον καὶ τὸν μηρὸν πατάξας