Textus Originalis
καὶ δρόμῳ μετὰ τοῦ λέγειν ἅμα χρησάμενος, τὴν ὀλίγον ὕστερον ἅπαντα τὰ πράγματα συγχέασαν εὐχέρειαν καὶ ὀλιγωρίαν τοῦ πρέποντος ἐνεποίησε τοῖς πολιτευομένοις. ΙΧ. Ἤδη δέ που καὶ ᾿Αλκιβιάδης ἐνεφύετο τηνικαῦτα τοῖς ᾿Αθηναίοις δημαγωγὸς οὐχ ὁμοίως ἄκρατος, ἀλλ᾽ οἷον ἡ Αἰγυπτίων χώρα λέγεται δι᾽ ἀρετὴν ἐκφέρειν ὁμοῦ Φάρμακα πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά, οὕτως ἡ ᾿Αλκιβιάδου φύσις ἐπ᾽ ἀμφότερα πολλὴ ῥυεῖσα καὶ λαμπρά, μεγάλων ἐνέδωκεν ἀρχὰς νεωτερισμῶν. ὅθεν οὐδ᾽ ἀπαλλαγεὶς τοῦ Κλέω- νος ὁ Νικίας καιρὸν ἔσχε παντάπασιν ἀνα- παῦσαι καὶ καταστορέσαι τὴν πόλιν, ἀλλ᾽ εἰς ὁδὸν τὰ πράγματα σωτήριον καταστήσας ἐξέπεσε, ῥύμῃ καὶ σφοδρότητι τῆς ᾿Αλκιβιάδου φιλοτιμίας αὖθις ἐξωσθεὶς εἰς τὸν πόλεμον. ᾿Επράχθη δὲ οὕτως. οἱ μάλιστα προσπολε- μοῦντες τῇ εἰρήνῃ τῆς ᾿Ελλάδος Κλέων καὶ Βρα- σίδας ἦσαν, ὧν ὁ πόλεμος τοῦ μὲν ἀπέκρυπτε τὴν κακίαν, τοῦ δὲ τὴν ἀρετὴν ἐκόσμει. τῷ μὲν γὰρ ἀδικημάτων μεγάλων, τῷ δὲ κατορθωμάτων ἀφορ- μὰς παρεῖχε. τούτων οὖν ἅμα πεσόντων ἐν μάχῃ μιᾷ περὶ ᾿Αμφίπολιν, εὐθὺς ὁ Νικίας παραλαβὼν τοὺς μὲν Σπαρτιάτας ἔκπαλαι τῆς εἰρήνης ὀρεγο- μένους, τοὺς δ᾽ ᾿Αθηναίους οὐκέτι τῷ πολέμῳ θαρ- ροῦντας, ἀμφοτέρους δ᾽ οἷον ἐκλελυμένους καὶ