Textus Originalis

παρακαθιέντας ἑκουσίως τὰς χεῖρας, ἔπραττεν ὅπως εἰς φιλίαν τὰς πόλεις συναγαγὼν καὶ τοὺς ἄλλους Ἕλληνας ἀπαλλάξας κακῶν καὶ ἀναπαυ- σάμενος, βέβαιον οὕτω τὸ τῆς εὐτυχίας ὄνομα πρὸς τὸν αὖθις χρόνον ποιοῖτο. τοὺς μὲν οὖν εὐπόρους καὶ πρεσβυτέρους καὶ τῶν γεωργῶν τὸ πλῆθος αὐτόθεν εἰρηνικὸν εἶχεν· ἐπεὶ δὲ καὶ τῶν ἄλλων πολλοῖς ἐντυγχάνων ἰδίᾳ καὶ διδάσκων ἀμβλυτέρους ἐποίησε πρὸς τὸν πόλεμον, οὕτως ἤδη τοῖς Σπαρτιάταις ἐλπίδας ἐνδιδοὺς προ- εκαλεῖτο καὶ προὔτρεπεν ἔχεσθαι τῆς εἰρήνης. οἱ δ᾽ ἐπίστευον αὐτῷ διά τε τὴν ἄλλην ἐπιείκειαν, καὶ ὅτι τοῖς ἡλωκόσι περὶ Πύλον καὶ δεδεμένοις ἐπι- μελόμενος καὶ περιέπων φιλανθρώπως ἐλαφρο- τέραν ἐποίει τὴν ἀτυχίαν. ἦσαν οὖν πρότερον πεποιημένοι τινὰ πρὸς ἀλλήλους ἐκεχειρίαν ἐνιαύσιον, ἐν ᾗ συνιόντες εἰς ταὐτὸ καὶ γευόμενοι πάλιν ἀδείας καὶ σχολῆς καὶ πρὸς ξένους καὶ οἰκείους ἐπιμιξίας, ἐπόθουν τὸν ἀμίαντον καὶ ἀπό- λεμον βίον, ἡδέως μὲν ἀδόντων τὰ τοιαῦτα χορῶν ἀκούοντες· Κείσθω δόρυ μοι μίτον ἀμφιπλέκειν ἀράχναις· ἡδέως δὲ μεμνημένοι τοῦ εἰπόντος ὅτι τοὺς ἐν εἰρήνῃ καθεύδοντας οὐ σάλπιγγες, ἀλλ᾽ ἀλεκ- τρυόνες ἀφυπνίζουσι. λοιδοροῦντες οὖν καὶ προ- βαλλόμενοι τοὺς λέγοντας ὡς τρὶς ἐννέα ἔτη διαπολεμηθῆναι πέπρωται τὸν πόλεμον, ἔπειθ᾽