Textus Originalis
οὕτω περὶ παντὸς εἰς λόγους συμβαίνοντες ἐποιή- σαντο τὴν εἰρήνην, δόξα τε παρέστη τοῖς πλεί- στοις ἀπαλλαγὴν κακῶν σαφῆ γεγονέναι, καὶ τὸν Νικίαν διὰ στόματος εἶχον, ὡς ἀνὴρ εἴη θεοφιλὴς καὶ τὸ δαιμόνιον αὐτῷ δι᾽ εὐσέβειαν ἐπωνύμῳ γενέσθαι τοῦ μεγίστου καὶ καλλίστου τῶν ἀγα- θῶν δέδωκε· τῷ γὰρ ὄντι Νικίον τὴν εἰρήνην ἐνόμιζον ἔργον, ὡς Περικλέους τὸν πόλεμον. ὁ μὲν γὰρ ἐπ᾽ αἰτίαις μικραῖς εἰς συμφορὰς μεγάλας ἐμβαλεῖν ἐδόκει τοὺς Ἕλληνας, ὁ δὲ τῶν μεγίστων κακῶν ἔπεισεν ἐκλαθέσθαι φίλους γενομένους. διὸ καὶ τὴν εἰρήνην ἐκείνην ἄχρι νῦν Νικίειον καλοῦσι. X. Γενομένων δὲ συνθηκῶν ὅπως τὰ χωρία καὶ τὰς πόλεις, ἃς εἶχον ἀλλήλων, καὶ τοὺς αἰχμα- λώτους ἀποδιδῶσι, προτέρων ἀποδιδόντων τῶν κλήρῳ λαχόντων, ὠνήσατο τὸν κλῆρον ὁ Νικίας κρύφα χρήμασιν, ὥστε προτέρους ἀποδιδόναι τοὺς Λακεδαιμονίους. καὶ τοῦτο μὲν ἱστορεῖ Θεόφρα- στος. ἐπεὶ δὲ Κορίνθιοι καὶ Βοιωτοὶ πρὸς τὰ πρατ- τόμενα δυσκολαίνοντες αἰτίαις καὶ μέμψεσιν αὖθις ἐδόκουν ἀνακαλεῖσθαι τὸν πόλεμον, ἔπει- σεν ὁ Νικίας τοὺς ᾿Αθηναίους καὶ Λακεδαιμονίους τῇ εἰρήνῃ τὴν συμμαχίαν ὥσπερ κράτος ἢ δεσμὸν ἐπιθέντας, φοβερωτέρους τε τοῖς ἀφισταμένοις καὶ βεβαιοτέρους ἀλλήλοις γενέσθαι. Πραττομένων δὲ τούτων ὁ ᾿Αλκιβιάδης οὔτε πρὸς ἡσυχίαν εὖ πεφυκώς, καὶ τοῖς Λακεδαι-