Textus Originalis

μονίοις ἀχθόμενος ὅτι τῷ Νικίᾳ προσέκειντο καὶ προσεῖχον, αὐτὸν δ᾽ ὑπερεώρων καὶ κατεφρόνουν, ἐν ἀρχῇ μὲν εὐθὺς ὑπεναντιωθεὶς τῇ εἰρήνῃ καὶ ἀντιστὰς οὐδὲν ἐπέραινεν, ὀλίγῳ δ᾽ ὕστερον ὁρῶν οὐκ ἔτι τοῖς ᾿Αθηναίοις ὁμοίως ἀρέσκοντας τοὺς Λακεδαιμονίους, ἀλλ᾽ ἀδικεῖν δοκοῦντας ὅτι Βοιω- τοῖς ἔθεντο συμμαχίαν καὶ Πάνακτον ἑστῶσαν οὐ παρέδωκαν οὐδ᾽ ᾿Αμφίπολιν, ἐπεφύετο ταῖς αἰτίαις καὶ παρώξυνε τὸν δῆμον ἐφ᾽ ἑκάστῃ. τέλος δὲ πρεσβείαν μεταπεμψάμενος ᾿Αργείων ἔπραττε συμμαχίαν πρὸς τοὺς ᾿Αθηναίους. ἐπεὶ δὲ πρέσβεις ἐλθόντες ἐκ Λακεδαίμονος αὐτο- κράτορες καὶ τῇ βουλῇ προεντυγχάνοντες ἔδοξαν ἐπὶ πᾶσιν ἥκειν τοῖς δικαίοις, δείσας ὁ ᾿Αλκι- βιάδης μὴ καὶ τὸν δῆμον ἀπὸ τῶν αὐτῶν λόγων ἐπαγάγωνται, περιῆλθεν αὐτοὺς δι᾽ ἀπάτης καὶ ὅρκων ὡς ἅπαντα συμπράξων, ἂν μὴ φῶσι μηδ᾽ ὁμολογήσωσιν ἥκειν αὐτοκράτορες· μάλιστα γὰρ οὕτως ἃ βούλονται γενήσεσθαι. πεισθέντων δὲ καὶ μεταστάντων ἀπὸ τοῦ Νικίου πρὸς ἐκεῖνον, ἐμβαλὼν αὐτοὺς εἰς τὸν δῆμον ἠρώτα πρῶτον εἰ περὶ πάντων ἥκουσιν αὐτοκράτορες· ὡς δ᾽ ἠρνοῦντο, παρ᾽ ἐλπίδας μεταβαλόμενος τήν τε βουλὴν ἐπεκαλεῖτο μάρτυρα τῶν λόγων, καὶ τὸν