Textus Originalis
δῆμον ἐκέλευε μὴ προσέχειν μηδὲ πιστεύειν οὕτω περιφανῶς ψευδομένοις καὶ νῦν μὲν ταῦτα, νῦν δὲ τἀναντία περὶ τῶν αὐτῶν λέγουσι. θορυβου- μένων δ᾽, ὡς εἰκός, αὐτῶν, καὶ τοῦ Νικίου μηδὲν ἔχοντος εἰπεῖν, ἀλλ᾽ ἄχει καὶ θαύματι πεπλη- γότος, ὁ μὲν δῆμος εὐθὺς ὥρμητο τοὺς ᾿Αργείους καλεῖν καὶ ποιεῖσθαι συμμάχους, ἐβοήθησε δὲ τῷ Νικίᾳ σεισμός τις διὰ μέσου γενόμενος καὶ διαλύσας τὴν ἐκκλησίαν. τῇ δ᾽ ὑστεραίᾳ πάλιν τοῦ δήμου συνελθόντος πολλὰ ποιήσας καὶ εἰπὼν ἔπεισε μόλις ἐπισχεῖν τὰ πρὸς ᾿Αργείους, αὐτὸν δὲ πέμψαι πρὸς Λακεδαιμονίους, ὡς πάντων καλῶς γενησομένων. Ἐλθὼν δ᾽ εἰς Σπάρτην τἄλλα μὲν ὡς ἀνὴρ ἀγαθὸς καὶ πρόθυμος εἰς αὐτοὺς ἐτιμήθη, πράξας δ᾽ οὐδέν, ἀλλὰ κρατηθεὶς ὑπὸ τῶν βοιωτιαζόντων ἐπανῆλθεν, οὐ μόνον ἀδοξῶν καὶ κακῶς ἀκούων, ἀλλὰ καὶ δεδιὼς τοὺς ᾿Αθηναίους λυπουμένους καὶ ἀγανακτοῦντας ὅτι πεισθέντες ὑπ᾽ ἐκείνου τοσούτους καὶ τοιούτους ἄνδρας ἀπέδωκαν· οἱ γὰρ ἐκ Πύλου κομισθέντες ἦσαν ἐξ οἴκων τε πρώτων τῆς Σπάρτης, καὶ φίλους καὶ συγγενεῖς τοὺς δυνατωτάτους ἔχοντες. οὐ μὴν ἔπραξάν τι τραχύτερον ὀργῇ πρὸς ἐκεῖνον, ἀλλὰ τὸν ᾿Αλ- κιβιάδην στρατηγὸν εἵλοντο, καὶ Μαντινεῖς καὶ Ἠλείους Λακεδαιμονίων ἀποστάντας ἐποιήσαντο συμμάχους μετ᾽ ᾿Αργείων, καὶ ληστὰς εἰς Πύλον