Textus Originalis

ἔπεμψαν κακουργεῖν τὴν Λακωνικήν· ἐξ ὧν αὖθις εἰς πόλεμον κατέστησαν. ΧΙ. ᾿Ακμαζούσης δὲ τῆς πρὸς τὸν Νικίαν τοῦ ᾿Αλκιβιάδου διαφορᾶς, καὶ γιγνομένης ὀστρακο- φορίας, ἣν εἰώθει διὰ χρόνου τινὸς ὁ δῆμος ποιεῖ- σθαι, ἕνα τῶν ὑπόπτων ἢ διὰ δόξαν ἄλλως ἢ πλοῦτον ἐπιφθόνων ἀνδρῶν τῷ ὀστράκῳ μεθιστὰς εἰς δέκα ἔτη, πολὺς θόρυβος ἀμφοτέρους περι- έστατο καὶ κίνδυνος, ὡς θατέρου πάντως ὑπο- πεσουμένου τῷ ἐξοστρακισμῷ. τοῦ μὲν γὰρ ᾿Αλκιβιάδου καὶ τὸν βίον ἐβδελύττοντο καὶ τὸ θράσος ὠρρώδουν, ὡς μᾶλλον ἐν τοῖς περὶ ἐκείνου γραφομένοις δηλοῦται, τὸν δὲ Νικίαν ὅ τε πλοῦτος ἐπίφθονον ἐποίει καὶ μάλιστα τῆς διαίτης τὸ μὴ φιλάνθρωπον μηδὲ δημοτικόν, ἀλλ᾽ ἄμικτον καὶ ὀλιγαρχικὸν ἀλλόκοτον ἐδόκει, πολλὰ δ᾽ ἤδη ταῖς ἐπιθυμίαις αὐτῶν ἀντιτείνων, παρὰ γνώμην βια- ζόμενος πρὸς τὸ συμφέρον, ἐπαχθὴς ἦν. ὡς δ᾽ ἁπλῶς εἰπεῖν, νέων ἦν καὶ πολεμοποιῶν ἅμιλλα πρὸς εἰρηνοποιοὺς καὶ πρεσβυτέρους, τῶν μὲν εἰς τοῦτον, τῶν δ᾽ εἰς ἐκεῖνον τὸ ὄστρακον τρεπόντων. Ἔν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔμμορε τιμῆς· ὥς που καὶ τότε διαστὰς ὁ δῆμος δίχα χώραν ἔδωκε τοῖς ἰταμωτάτοις καὶ πανουργοτάτοις, ὧν