Textus Originalis
ἦν καὶ Ὑπέρβολος ὁ Περιθοίδης, ἄνθρωπος ἀπ᾽ οὐδεμιᾶς τολμῶν δυνάμεως, ἀλλ᾽ ἀπὸ τοῦ τολμᾶν εἰς δύναμιν προέλθων, καὶ γενόμενος δι᾽ ἣν εἶχεν ἐν τῇ πόλει δόξαν ἀδοξία τῆς πόλεως. οὗτος ἐν τῷ τότε χρόνῳ τοῦ μὲν ὀστράκου πόρρω τιθέ- μενος ἑαυτόν, ἅτε δὴ τῷ κύφωνι μᾶλλον προσ- ἥκων, ἐλπίζων δὲ θατέρου τῶν ἀνδρῶν ἐκπεσ- όντος αὐτὸς ἀντίπαλος τῷ λειπομένῳ γενέσθαι, καταφανὴς ἦν ἡδόμενός τε τῇ διαφορᾷ καὶ παροξύνων τὸν δῆμον ἐπ᾽ ἀμφοτέρους. συνιδόντες οὖν τὴν μοχθηρίαν οἱ περὶ τὸν Νικίαν καὶ τὸν ᾿Αλκιβιάδην, καὶ λόγον δόντες ἀλλήλοις κρύφα, καὶ τὰς στάσεις συναγαγόντες εἰς ἓν ἀμφοτέρας καὶ ἀναμίξαντες, ἐκράτησαν ὥστε μηδέτερον αὐτῶν, ἀλλὰ τὸν Ὑπέρβολον ἐξοστρακισθῆναι. καὶ παραυτίκα μὲν ἡδονὴν τοῦτο καὶ γέλωτα τῷ δήμῳ παρέσχεν, ὕστερον δὲ ἠγανάκτουν ὡς καθυ- βρισμένον τὸ πρᾶγμα τοῦτο πρὸς ἄνθρωπον ἀνάξιον γεγονέναι νομίζοντες, εἶναι γάρ τι καὶ κολάσεως ἀξίωμα, μᾶλλον δὲ κόλασιν τὸν ἐξ- οστρακισμὸν ἡγούμενοι Θουκυδίδῃ καὶ ᾿Αριστείδῃ καὶ τοῖς ὁμοίοις, Ὑπερβόλῳ δὲ τιμὴν καὶ προσποίησιν ἀλαζονείας, εἰ διὰ μοχθηρίαν ἔπαθε ταὐτὰ τοῖς ἀρίστοις, ὥς που καὶ Πλάτων ὁ κωμικὸς εἴρηκε περὶ αὐτοῦ· Καίτοι πέπραχε τῶν προτέρων! μὲν ἄξια, αὑτοῦ δὲ καὶ τῶν στιγμάτων ἀνάξια· οὐ γὰρ τοιούτων εἵνεκ᾽ ὄστραχ᾽ εὑρέθη.
Note a pie di pagina
1 1 τῶν προτέρων a correction suggested by Kock, Com. Att. Frag. i. p. 654: τῶν τρόπων (a fate worthy of his ways).