Textus Originalis

καὶ τὸ πέρας οὐδεὶς ἔτι τὸ παράπαν ἐξωστρα- κίσθη μετὰ Ὑπέρβολον, ἀλλ᾽ ἔσχατος ἐκεῖνος, πρῶτος δ᾽ Ἵππαρχος ὁ Χολαργεὺς συγγενής τις ὧν τοῦ τυράννου. Ἄκριτον δ᾽ ἡ τύχη πρᾶγμα καὶ ἄληπτον λογισμῷ. Νικίας γάρ, εἰ τὸν περὶ ὀστράκου κίνδυνον ἀνέρριψε πρὸς ᾿Αλκιβιάδην, ἢ κρατήσας ἂν ἀσφαλῶς ῴκει τὴν πόλιν ἐκεῖνον ἐξελάσας, ἢ κρατηθεὶς αὐτὸς ἐξήει πρὸ τῶν ἐσχάτων ἀτυχιῶν, τὸ δοκεῖν ἄριστος εἶναι στρατηγὸς διαφυλάξας. Οὐκ ἀγνοῶ δ᾽ ὅτι Θεόφραστος ἐξοστρακισθῆναί φησι τὸν Ὑπέρβολον Φαίακος, οὐ Νικίου, πρὸς ᾿Αλκιβιάδην ἐρίσαντος. ἀλλ᾽ οἱ πλείονες οὕτω γεγράφασιν. XII. Ὁ δ᾽ οὖν Νικίας, τῶν Αἰγεστέων πρέσ- βεων καὶ Λεοντίνων παραγενομένων καὶ πειθόντων τοὺς ᾿Αθηναίους στρατεύειν ἐπὶ Σικελίαν, ἀνθι- στάμενος ἡττᾶτο τῆς βουλῆς ᾿Αλκιβιάδου καὶ φιλοτιμίας, πρὶν ὅλως ἐκκλησίαν γενέσθαι, κατα- σχόντος ἤδη πλῆθος ἐλπίσι καὶ λόγοις προ- διεφθαρμένον, ὥστε καὶ νέους ἐν παλαίστραις καὶ γέροντας ἐν ἐργαστηρίοις καὶ ἡμικυκλίοις συγκαθεζομένους ὑπογράφειν τὸ σχῆμα τῆς Σι- κελίας, καὶ τὴν φύσιν τῆς περὶ αὐτὴν θαλάσσης, καὶ λιμένας καὶ τόπους οἷς τέτραπται πρὸς Λιβύην ἡ νῆσος. οὐ γὰρ ἄθλον ἐποιοῦντο τοῦ πολέμου Σικελίαν, ἀλλ᾽ ὁρμητήριον, ὡς ἀπ᾽ αὐτῆς διαγωνισόμενοι πρὸς Καρχηδονίους καὶ σχήσοντες ἅμα Λιβύην καὶ τὴν ἐντὸς Ἡρακλείων στηλῶν θάλασσαν.