Textus Originalis
παρασήμοις τριήρων καὶ πλήθει κελευστῶν καὶ αὐλητῶν θεατρικῶς καὶ πρὸς ἔκπληξιν πολεμίων ἐξησκημένος. ἦν οὖν, ὡς εἰκός, αὖθις ἐν φόβῳ μεγάλῳ τὰ Συρακουσίων εἰς οὐδὲν πέρας οὐδὲ ἀπαλλαγήν, ἀλλὰ πονοῦντας ἄλλως καὶ φθειρο- μένους αὑτοὺς μάτην ὁρώντων. Τὸν δὲ Νικίαν οὐ πολὺν χρόνον εὔφρανεν ἡ παρουσία τῆς δυνάμεως, ἀλλ᾽ ἅμα τῷ πρῶτον ἐν λόγοις γενέσθαι, τοῦ Δημοσθένους εὐθὺς ἐπιχει- ρεῖν τοῖς πολεμίοις κελεύοντος καὶ τῷ ταχίστῳ τῶν κινδύνων περὶ τοῦ παντὸς διαγωνισαμένους ἑλεῖν Συρακούσας ἢ ἀποπλεῖν οἴκαδε, δείσας καὶ θαυμάσας τὴν ὀξύτητα καὶ τόλμαν ἐδεῖτο μηδὲν ἀπεγνωσμένως πράττειν μηδὲ ἀνοήτως. τὴν γὰρ τριβὴν εἶναι κατὰ τῶν πολεμίων οὔτε χρήματα κεκτημένων ἔτι, μήτε τῶν συμμάχων αὐτοῖς πολὺν χρόνον παραμενούντων, εἰ δὲ θλίβοιντο ταῖς ἀπορίαις, ταχὺ πάλιν ἐπ᾽ αὐτὸν ἐπὶ συμ- βάσεις τραπησομένων, ὡς πρότερον. καὶ γὰρ ἦσαν ἄνδρες οὐκ ὀλίγοι τῶν ἐν Συρακούσαις δια- λεγόμενοι τῷ Νικίᾳ κρύφα καὶ μένειν κελεύοντες, ὡς καὶ νῦν ὑπερπονούντων τῷ πολέμῳ καὶ τὸν Γύλιππον βαρυνομένων, ἐὰν δὲ μικρὸν ἐπιτείνω- σιν αἱ ἀνάγκαι, παντάπασιν ἀπαγορευσόντων. τούτων ὁ Νικίας τὰ μὲν αἰνιττόμενος, τὰ δ᾽ οὐ θέλων ἐν φανερῷ λέγειν, ἀτολμίας παρέσχε τοῖς στρατηγοῖς δόξαν, καὶ ταῦτ᾽ ἐκεῖνα πάλιν ἥκειν φάσκοντες αὐτοῦ, μελλήματα καὶ διατριβὰς καὶ ἀκριβολογίας, αἷς ἀπώλεσε τὴν ἀκμὴν οὐκ εὐθὺς ἐπιχειρῶν τοῖς πολεμίοις, ἀλλ᾽ ἕωλος καὶ κατα-