Textus Originalis
φέροντος, ἀριστεύοντα μὲν ὑπὲρ τῆς πατρίδος διασώσας τὸν ἀδελφόν, ἐπιβουλεύσαντα δὲ αὐτῇ καὶ καταδουλωσάμενον ἀποκτείνας. οἱ δὲ μὴ δυνάμενοι ζῆν ἐν τῇ δημοκρατίᾳ καὶ πρὸς τοὺς δυνάστας ἀποβλέπειν εἰωθότες τῷ μὲν θανάτῳ τοῦ τυράννου προσεποιοῦντο χαίρειν, τὸν δὲ Τιμο- λέοντα λοιδοροῦντες ὡς ἀσεβὲς ἐξειργασμένον καὶ μυσῶδες ἔργον εἰς ἀθυμίαν περιέστησαν. ἐπεὶ δὲ καὶ τὴν μητέρα δυσφορεῖν πυθόμενος καὶ φωνάς τε δεινὰς καὶ κατάρας ἐπ᾽ αὐτὸν ἀρᾶσθαι φρικώ- δεις ἐβάδιζε παραμυθησόμενος, ἡ δὲ προσιδεῖν οὐχ ὑπέμεινε τὴν ὄψιν, ἀλλὰ τὴν οἰκίαν ἀπέ- κλεισε, τότε δὴ παντάπασι περίλυπος γενόμενος καὶ συνταραχθεὶς τὴν διάνοιαν ὥρμησε μὲν ὡς διαφθερῶν ἑαυτὸν ἀπέχεσθαι τροφῆς, τῶν δὲ φίλων οὐ περιϊδόντων, ἀλλὰ πᾶσαν δέησιν καὶ πᾶσαν ἀνάγκην προσενεγκαμένων ἔγνω ζῆν καθ᾽ ἑαυτόν, ἐκ μέσου γενόμενος· καὶ πολιτείαν μὲν ἅπασαν ἀφῆκε, τοὺς δὲ πρώτους χρόνους οὐδὲ κατιὼν εἰς πόλιν, ἀλλ᾽ ἀδημονῶν καὶ πλανώμενος ἐν τοῖς ἐρημοτάτοις τῶν ἀγρῶν διέτριβεν. VI. Οὕτως αἱ κρίσεις, ἂν μὴ βεβαιότητα καὶ ῥώμην ἐκ λόγου καὶ φιλοσοφίας προσλάβωσιν ἐπὶ τὰς πράξεις, σείονται καὶ παραφέρονται ῥᾳδίως ὑπὸ τῶν τυχόντων ἐπαίνων καὶ ψόγων, ἐκκρούειν τῶν οἰκείων λογισμῶν. δεῖ γὰρ οὐ μόνον, ὡς ἔοικε, τὴν πρᾶξιν καλὴν εἶναι καὶ δικαίαν, ἀλλὰ καὶ τὴν δόξαν, ἀφ᾽ ἧς πράττεται, μόνιμον καὶ ἀμετάπτωτον, ἵνα πράττωμεν δοκι- μάσαντες, μηδ᾽ ὥσπερ οἱ λίχνοι τὰ πλήσμια τῶν ἐδεσμάτων ὀξυτάτῃ διώκοντες ἐπιθυμίᾳ τάχιστα